ΚΕΦ. ς.
οἱ πάσης διπλόης ἀπηλλαγμένοι, καὶ τὴν κρίσιν ἀδέκαστον κεκτημένοι. ὅρα δὲ τὸ ἀκόμπαστον καὶ ο ἀφιλότιμον τοῦ Σωτῆρος· πῶς ὅτε ὄχλος πολὺς συναθροίζετο p σπουδάζει, οὐκ ἐν πόλει διάγειν ἣ ἐν ἀγορᾷ μέσῃ, ἀλλ’ ἐν ἐρημίᾳ καὶ ὄρει· παιδεύων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ μάλιστα ὅταν φιλοσοφεῖν δέῃ καὶ
περὶ ἀναγκαίων διαλέγεσθαι πραγμάτων.
1 ὥσπερ οἱ ἄνθρωποι· ἀλλ’ ὡς ἐπιστάμενος τὰς διανοίας, ἐκλέγεται τοὺς ἀξίους· κἂν ἴδῃ τινὰ μαργαρίτην ἐν βορβόρῳ κείμενον, λαμβάνει αὐτὸν, καὶ τὸ καθαρὸν δείκνυσιν αὐτοῦ τῆς ψυχῆς. ἐξῆλθε r γοῦν, καὶ εὑρίσκει τελώνην καθήμενον καλούμενον Λευΐ s. ἐστι δὲ οὗτος Ματθαῖος ὁ Εὐαγγελιστής. καὶ Μάρκος μὲν καὶ
Λουκᾶς οἱ μακάριοι συγκαλύπτουσι τοὔνομα t τῇ ἀρχαιοτέρα προσηγορίᾳ· αὐτὸς δὲ ὁ Λευῒ εὐαγγελιζόμενος τὰ καθ’ ἑαυτὸν ἐπαγγέλλων u λέγει, “καὶ ἐθεάσατο Mατθαῖον τὸν τελώνην,” ἐλέγχων ἑαυτοῦ τὸ τραῦμα x, ἵνα θαυμάσῃς τὴν τέχνην τοῦ ἰατρεύσαντος. y ὅμως ἐθεάσατο τὸν τελώνην καθήμενον τῶν ἐκ τῆς πλεονεξίας
χρημάτων τοὺς λόγους συνείροντα, καὶ οὐκ ἀπεσείσατο τὸ ἐπιτήδευμα, ἀλλ’ εἶπεν αὐτῷ “ἀκολούθει μοι.” ὁ δὲ μηδὲν ἀναμείνας, καὶ καταλιπὼν ἅπαντα ἠκολούθησεν αὐτῷ· τῇ ὀξυτάτῃ πίστει φαιδρύνας τὴν ἐκλογὴν, καὶ μὴ λυπήσας τῇ ἀναβολῇ τὸν καλέσαντα· πάντα γὰρ ἀφεὶς καὶ δημοσίων χρημάτων περιφρονήσας, μήτιγε
ἰδὼν, καὶ τὸν ἐκ τούτου κίνδυνον παρ’ οὐδὲν θέμενος, ὅλος ἦν τοῦ καλέσαντος, τιμιωτέραν τὴν ἑαυτοῦ σωτηρίαν πάντων ὁμοῦ λογισάμενος.
τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθησαν αὐτῷ.
ἀνεπαισχύντως τελώνην b καλέσας εἰς μαθητείαν, καὶ εἰς τὸν οἶκον αὐτοῦ παραγέγονεν· ἐν ᾧ οὐδὲν ἕτερον c ἦν ἀγαθὸν, εἰ μὴ τοῦ οἰκοδεσπότου ἡ μετάνοια d.
ἀλλ’ ὡς δεσπότης τῆς φύσεως παραγίνεται εἰς τὴν ἑστίασιν, καὶ ἐσθίει καὶ πίνει· τήν τε ἀλήθειαν τοῦ σώματος ἐνδεικνύμενος, καὶ τὴν εὔκαιρον τῶν βρωμάτων e εὐλογῶν χρῆσιν. παρῆσαν δὲ καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐχ ἵνα περιεργάσωνται τὰ γινόμενα· βλέπουσι δὲ τοὺς f τελώνας συνανακειμένους, καὶ καλοῦσι τοὺς
μαθητὰς καὶ τὸ γινόμενον αἰτιῶνται.
αὐτῶν ἀγνοῶ τῆς ψυχῆς τὰ νοσήματα; οἶδα ὅτι κακῶς ἔχουσι. διὰ τοῦτο πρὸς αὐτοὺς παραγέγονα, ἵνα τὰς ψυχὰς αὐτῶν θεραπεύσω νοσούσας. δι’ ἣν αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ Σωτῆρος τοῖς g ἁμαρτωλοῖς συνεσθίοντος; ὅτι νόμος ἦν διαστέλλειν h ἀναμέσον i ἁγίου καὶ βεβήλου. οὐκ ᾔδεσαν δὲ Χριστὸν ὑπὲρ
τὴν νομικὴν χρῆσιν παρέχοντα τὴν φιλάνθρωπον χάριν. ἡ μὲν γὰρ ἐξέβαλεν k. ἡ δὲ μετέβαλλε τὸ κακόν. ἔδειξεν οὖν ὅτι οὐχ ὡς κριτὴς πάρεστιν, ἀλλ’ ὡς ἰατρός. καὶ τὸ ἐπιβάλλον τῇ ἰατρικῇ ποιεῖ, καὶ διάγει l σὺν m τοῖς νοσοῦσι n καὶ τῆς ο ἰάσεως δεομένοις.
οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος
μετ’ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν.
διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσι; βουλόμενοι προσλαμβάνεσθαι q αὐτοῦ καὶ εὑρίσκειν r τι εἰς κακοήθειαν. Νυμφών ἐστι καιρὸς κλήσεως, καὶ καιρὸς διδασκαλίας δι’ ἧς s ἀνατρέφονται οἱ παῖδες, γαλουχοῦνται οἱ κεκλημένοι. οὐκ ἔχει καιρὸν ἡ νηστεία· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν
ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι νηστεύειν. ὅσον χρόνον μετ’ αὐτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν. ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· τι ἐστιν “ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος;” τουτέστιν ἀναληφθῇ. Ποῖος νυμφίος; ὁ μέλλων νυμφεύεσθαι τὴν
Ἐκκλησίαν. εἶπε νυμφίον, ἵνα τὴν ὕπανδρον ἐκβάλῃ· καινὴ γὰρ γίνεται νύμφευσις. τι ἐστιν ἡ νύμφευσις; ἀρραβῶνος δόσις. τουτέστι Πνεύματος Ἁγίου χάρις· δι’ ἧς ἐπίστευσεν ἡ οἰκουμένη, καὶ ἁλιεῖς ἐδυσώπησαν, καὶ τὴν οἰκουμένην μετέβαλλον “οὐ “δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν ἐφ’ ὅσον χρόνον μετ’
“αὐτῶν ἐστιν ὁ νυμφίος.” τὴν μεθ’ ἑαυτοῦ u διατριβὴν λέγει πάσης ὀδύνης ἀπαλλακτικὴν εἶναι. ὀδυνᾶται μὲν γὰρ ὁ μὴ παρὸν ἔχων τὸ ἀγαθόν. διὰ δὲ τὴν στέρησιν αὐτοῦ πενθεῖ ποθῶν τὴν ἀπόλαυσιν. ὁ δὲ παρόντος ἀπολαύων, εἰκότως εὐφραίνεται, καὶ οὐκ ὀδυνᾶται. νυμφίος δὲ τῆς ἀνθρωπίνης φύσεως ὁ ταύτης ἡγεμὼν Λόγος, ὁ τό
σπέρμα διδοὺς τῆς ζωῆς. ὅταν οὖν ἀπαρθῇ ἀπ’ αὐτῶν, ποθοῦντες 4 τὴν παρουσίαν αὐτοῦ νηστεύσουσιν x. ἵνα συνῶσιν αὐτῷ κατὰ πνεῦμα, καθαιρόμενοι ἀπὸ σωματικῶν ἡδονῶν. καὶ τοῦτο μὲν εἰκότως εἶπεν, ὥστε καὶ τὴν μεγαλαυχίαν αὐτῶν καθελεῖν, καὶ δεῖξαι ὅτι μὴ πρὸς τρυφὴν καὶ ἄνεσιν τοὺς οἰκείους χειραγωγεῖ μαθητὰς, καιρὸς δὲ τίς ἐστι μεθ’ ὃν ἐπιδείξονται τὴν ἀνδρείαν ἑαυτῶν, καὶ
τὴν ἐν δεινοῖς καρτερίαν.
καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς. εἰ δὲ μὴ,
ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκοὺς, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
“φησιν ἐπίβλημα” κ. τ. ἑ. ὥσπερ, φησὶν, εἰ ῥάκος y ἄκναφον ἐπιβληθῇ ἱματίῳ παλαιῷ, τῇ οἰκείᾳ στερρότητι κἀκεῖνο διαρρήγνυσιν· οἶνός τε νέος εἰς ἀσκοὺς εἰ ἐμβληθῇ z παλαιοὺς τῇ οἰκείᾳ θερμότητι τοὺς ἀσκοὺς διαρρήγνυσιν· οὕτω καὶ ἐπὶ τούτου a. ἐπειδὴ γὰρ οἱ Ἀπόστολοι b τῆς νέας διαθήκης κήρυκες τυγχάνουσιν,
οὐ δυνατὸν αὐτοὺς τοῖς παλαιοῖς δουλεύειν νομίμοις. ὑμεῖς μὲν εἰκότως τοῖς παλαιοῖς ἀκολουθοῦντες ἔθεσι τὰς ωσέος νηστείας φυλάττετε c. οὗτοι δὲ ἐπειδὴ τὰ καινὰ καὶ παράδοξα νόμιμα παραδιδόναι μέλλουσι τοῖς ἀνθρώποις, ταῦτα μὲν οὐδαμῶς ἀναγκάζονται φυλάττειν· κατὰ καιρὸν δὲ μετὰ τῆς λοιπῆς ἀρετῆς καὶ τὴν
νηστείαν ἀποδείξονται, οὐκ ἀνάγκῃ καὶ νομίμοις τισὶ καὶ ἔθεσι παλαιοῖς, ὥσπερ ὑμεῖς φυλάττοντες, ἀλλὰ γνώμῃ δι’ ἀρετὴν, ὅπως ἃν βούλωνται d, νηστεύειν μέλλοντες. καὶ γὰρ ἡ τῶν ἐννόμων νηστεία τοῦτο διενήνοχε τῶν ἐν τῇ χάριτι νηστευόντων· ὅτι οἱ μὲν ὡρισμένας ἔχοντες νηστείας, ἃς καὶ νηστεύειν πάντως αὐτοὺς
ἐχρῆν καὶ μὴ βουλομένους· οἱ δὲ γνώμῃ μᾶλλον κατὰ τὸ δοκοῦν ἑαυτοῖς νηστεύουσιν ἀρετῆς αἱρέσει e μετιόντες αὐτήν. εἰ δὲ καὶ 5 ὡρίσθαι ὁ τῆς τεσσαρακοστῆς δοκεῖ καιρὸς, δι’ ὑπόμνησιν τῶν ῥαθύμων· ἀλλὰ καὶ ταύτην f γνώμῃ μᾶλλον τὴν νηστείαν μέτιμεν·.
ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον
αὐτῷ, ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι;
ἀστάχυσιν εἰς τροφὴν μηδὲν ἐπιφερόμενοι βρώσιμον. οἱ δὲ τῶν τύπων ἥττονες καὶ τῆς ἀληθείας ἄπειροι ζυγομαχοῦσιν l ὑπὲρ σκιᾶς, καὶ τὸ, “οὐκ ἔξεστι,” λέγουσι πρὸς τὸν ἅπασαν ἐξουσίαν ἔχοντα καὶ τοῖς ἰδίοις παρέχοντα· οὐκ εἰδότες ὅτι νομοθέτου νόμος οὐ κρατεῖ, οὐδ’ ἔστι τι καθάπαξ ὃ μὴ ἔξεστι βασιλεῖ. ὁ δὲ
Κύριος πρᾳεῖαν τὴν ἀπολογίαν ποιεῖται, οὐκ ἐξουσίας m ἐπαναστάσει, ἀλλὰ παραδείγματι n τῶν πάλαι ἁγίων, οἱ καὶ αὐτοὶ ο μεγαλοφρονέστερα Ρ τῆς σωματικῆς ἀργίας q καὶ τῶν τοιούτων τύπων ἐπενόουν.
ησε Δαβὶδ, ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτὸς καὶ
οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῶ οὖσι;
6 καίτοι ὑπὸ νόμον r ὑπάρχων, ἐάν μου τοὺς μαθητὰς ἴδητε διὰ τὸ μὴ ἔχειν ἄρτους τὴν παράθεσιν τῶν σπερμάτων ἑαυτοῖς s ἀντὶ τραπέζης παρατιθέντας, ἀγανακτεῖτε καὶ ἐκδικεῖτε τὸν νόμον; ἣ οὐκ ἴδατε ὅτι Δαβὶδ μὲν δοῦλος ἦν τοῦ νόμου; ἐγὼ δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου Κύριος εἰμὶ τοῦ σαββάτου; Διατί δὲ αὐτὸς ἰδίως υἱὸς
ἀνθρώπου καλεῖται; ἐπειδὴ Υἱὸς ὣν τοῦ Θεοῦ, παραδόξως κατηξίωσεν υἱὸς ἀνθρώπου διὰ τοὺς ἀνθρώπους κληθῆναι. ἐπειδὴ ’δει Ἀβιάθαρ τηνικαῦτα μέμνηται ὑπάρχοντος ἀρχιερέως ὅτε τοῦτο Δαβὶδ ἐποίησεν· ἡ δὲ τῶν βασιλειῶν βίβλος Ἀβιμέλεχ u. εἴποι τις ἃν διώνυμον γεγενῆσθαι τὸν Ἀβιμέλεχ, ὥς τε εἶναι τὸν αὐτὸν τῷ
Ἀβιάθαρ· ἣ τοῦ μὲν Ἀβιμέλεχ τὴν ἱστορίαν μεμνῆσθαι ὡς ἱερέως, τὸν δὲ Σωτῆρα τὸν Ἀβιάθαρ ἀρχιερέα τυγχάνειν κατ’ ἐκεῖνο καιροῦ x φῆσαι. καὶ φαίνεται ἡ τῶν βασιλειῶν γραφὴ τὸν μὲν Ἀβιμέλεχ καὶ τοὺς ἱερέας τοῦ Θεοῦ ἀνῃρῆσθαι φήσασα ἐπὶ τοῦ Σαοὺλ, ἀρχιερέα δὲ οὐκ ἀνῃρῆσθαι ἱστορήσασα.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.