ΚΕΦ. ΚΒ.
οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. καὶ διεστέλλετο αὐτοῖς, λέγων, ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων,
καὶ τῆς ζύμης Ἡρώδου. καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, ὅτι ἄρτους οὐκ ἔχομεν.
σαφηνίζει τὸ παρ’ αὐτοῦ λεχθέν· ἐχρῆν φησιν ἡμᾶς 1 τῶν γεγονότων ἤδη μνημονεύοντας, μήτε αὐτοὺς περὶ ἄρτων διαπορεῖν εἰ μὴ ἔχετε, μήτε ἐμὲ νομίζειν περὶ τούτου λέγειν ὑμῖν. οὐ γὰρ ἦν μοι χαλεπὸν ὁμοίως καὶ νῦν ἄρτους ἀγαγεῖν τοὺς οὐκ ὄντας k εἰς μέ- σον, καὶ πληρῶσαι τὴν χρείαν ὑμῖν. πῶς οὖν οὔπω l νοεῖτε; ἀλλ’
ἔτι τὴν καρδίαν ἔχετε πεπωρωμένην; ταῦτα δέ φησι κατὰ βραχὺ προβιβάζων τοὺς μαθητὰς εἰς αἴσθησίν τε καὶ πίστιν. εἰ δὲ ὁ μὲν Ματθαῖος λέγει προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουλαίων, Μάρκος δὲ Φαρισαίων καὶ Ἡρωδιανῶν, Λουκᾶς δὲ μόνων Φαρισαίων, οὐδεμία ἐν τούτοις διαφωνία. οἱ γὰρ τρεῖς τοὺς
προηγουμένους εἶπον Φαρισαίους· οἱ δὲ δύο ἐμερίσαντο τοὺς δευ\τέρους, ἀλλ’ οὐδέτερος εἶπε m τὸ μόνους. εἰκὸς γὰρ ἦν τὸν Μάρκον, ὡς παραλείψαντος τοῦ Ματθαίου τοὺς Ἡρωδιανοὺς, εἰς ἀναπλήρωσιν τῆς διηγήσεως προσθεῖναι καὶ τούτους. Νοεῖ δὲ καὶ συνίησι τὰ περὶ ἄρτου ὁ εἰδὼς ὅτι ἡ διδαχὴ ἄρτος ἐστίν· ἡ μὲν ὑγιὴς
ὑγιεινὸς, ἡ δὲ ἐσφαλμένη ἐπιβλαβής· καὶ οὕτω ζητῶν τις πάντα τὸν ἀναγεγραμμένον ἐν τῇ γραφῇ ἄρτον, ἐφ’ ἑκάστῳ τόπῳ ἐφαρμόσει τὰ γεγραμμένα τοῖς περὶ δογμάτων καὶ διδασκαλίας.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.