ΚΕΦ. ΚΓ.
καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. καὶ 1 ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης.
γενέσθαι τοῦ θαύματος. ὅθεν ἐπιλαβόμενος αὐτοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ.
αὐτῷ, ἐπηρώτα αὐτὸν, εἴτι βλέπει; καὶ ἀναβλέψας ἔλεγε, βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα
περιπατουντας.
ἄλλων μὴ ποιήσας τοῦτο r. σημαίνων ὡς ἀτελὴς τῶν προσαγόντων ἡ πίστις καὶ αὐτοῦ τοῦ πεπηρωμένου τὰς ὄψεις. μονονουχὶ γὰρ οὐδὲν ἕτερον διὰ τοῦτό s φησιν, ἣ “ κατὰ τὴν πίστιν σου γενηθήτω “ σοι.” ἐπειδὴ τὸ τῆς πίστεως αὐτοῦ διήλεγξεν ἀτελές· ἀμυδρῶς γὰρ ἔφασκεν τοὺς ἀνθρώπους ὁρᾷν καὶ ὡς δένδρα περιπατοῦντας.
καὶ οὕτως αὐτὸν ἐποίησεν ἀναβλέψαι τελείως. ἡ δὲ προσθήκη δείκνυσι τὸ ὑπ’ ἐμοῦ εἰρημένον. μετὰ γὰρ τὸ εἰπεῖν, “ ἐποίησεν αὐτὸν “ ἀναβλέψαι,” ἐπάγει, “ καὶ ἀποκατεστάθη καὶ ἀνέβλεφε t τηλαυαὐτὸν “ γῶς,” δηλονότι τῷ τῆς ψυχῆς ὄμματι. αἰσθητῶς γὰρ καὶ νοητῶς αὐτὸν ὁ Χριστὸς ἰάσατο. ἀνέβλεψε τὲ τηλαυγῶς καὶ τοῖς τῆς
2 διανοίας ὄμμασιν. ἀναγκαῖον οὖν καὶ ἡμᾶς λέγειν κατὰ τοὺς θείους μαθητὰς τῷ Σωτήρι’, “ πρόσθες ἡμῖν πίστιν.” “ καὶ ἀπέστειλεν “ αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ,” παρεγγυήσας αὐτῷ· μηδὲ εἰπεῖν τινὶ τῶν ἐν τῆ κώμῃ.
τῆς Ἐκκλησίας. οὗτος γάρ σου οἶκος. ἡ δὲ Βηθσαϊδὰ κώμη ἐστι θηρατῶν, νοεῖτε u δὲ ὁ φημι) καὶ ἀνάξιοι τῆς τῶν παραδόξων θέας τε καὶ ἀκοῆς. μὴ οὖν εἰσέλθῃς ἐκεῖ, μήποτε ζωγρηθῇς εἰς τὸ ἐκείνων θέλημα.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.