ΚΕΦ. ΚΑ.
τοὺς μαθητὰς αὑτοῦ, λέγει αὐτοῖς· σπλαγχνίζομαι ἐπὶ
τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι, καὶ
οὐκ ἔχουσι τί φάγωσι. καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκασι.
ποιῆσαι σημεῖον βούλεται, εἰς πίστιν τὸν ὄχλον ἐνεργαζόμενος h. καὶ τότε καὶ νῦν προφάσει εὐλόγῳ προσγενομένῃ i χρησάμενος. αὕτη δὲ ἦν ἡ τῶν ὄχλων παραμονὴ τρίτην ἡμέραν ἤδη γεγονυῖα k, καὶ βλάβης ἐπικείμενος κίνδυνος ἀτρόφοις ἀπιοῦσιν ἐκ τοῦ μὴ παρεῖναι τροφάς. καίτοι τούτων γε τῶν αἰτιῶν οὐκ οὐσῶν οὐ
πάνυ τι συνεχῆ τὴν τοιαύτην ἐνέργειαν ὁ Κύριος ἐβούλετο παρασχέσθαι, ὑπὲρ τοῦ, μὴ τροφῆς ἕνεκα σωματικῆς ἐπακολουθεῖν τὰ πλήθη. οὕτω γοῦν διανοουμένοις καὶ διὰ τοῦτο m ἀκολουθοῦσιν ἔλεγε, “ ζητεῖτέ με οὐχ ὅτι ἴδετε σημεῖα καὶ τέρατα, ἀλλ’ ὅτι “ ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. εἶτα προτρέπων ἐπὶ τὴν
τοῦ μείζονος ζήτησιν, τὴν πίστιν παρεγγυᾷ τὴν εἰς ἑαυτὸν καὶ τὴν αἰώνιον ἐξ αὐτῆς ὠφέλειαν· δεικνὺς ἐν παραθέσει τῆς προσκαιροῦ τροφῆς, “ ἐργάζεσθε,” λέγων, “ οὐ μὲν n τὴν βρῶσιν τὴν ἀπολλυ- “ μένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.
δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας. Εἰπόντος τοίνυν τοῦ Σωτῆρος τοῖς μαθηταῖς ὅτι “ σπλαγχνίζο- “ ’μαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσι μοι, καὶ οὐκ “ ἔχουσι τί φάγωσι, καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἰκον αὐ- “ τῶν ἐκλυθήσονται ἐν τῇ ὁδῷ, τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκασιν·”
Οἱ μαθηταὶ μήτω συνιέντες τὴν ἐπὶ ταῖς τροφαῖς αὖθις θαυματουργίαν, ἣν ὑπὲρ τῆς πίστεως ὁ Κύριος ἐβούλετο παρασχέσθαι, 1 ἔφασκον, “ πόθεν τούτους δυνήσεταί τις, ὧδε χορτάσαι ἄρτων ο ἐπ’ “ ἐρημίας ” κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν δηλοῦντες τὸ τοῦ πράγματος ἀδύνατον.
ἀγνοῶν, ἀλλ’ εἰς αἴσθησιν τῆς ἑαυτοῦ δυνάμεως ἐνάγων τοὺς μαθητάς. εἶτα εἰπόντων αὐτῶν ἑπτὰ, ὡς ἐξαρκοῦσαν ἀκούσας τὴν παρασκευὴν, οὕτως ἐπὶ τὴν εὐωχίαν κατακλίνει τὸ πλῆθος.
ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, ἵνα
παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας, εἶπε παραθεῖναι καὶ αὐτά.
αὐτοῦ γὰρ καὶ οὐκ ἐπείσακτος καθάπερ ἁγίοις ἀνθρώποις. τοῦτο γὰρ ἐδήλου λέγων ὁ Εὐαγγελιστὴς, “ δύναμις παρ’ αὐτοῦ ἐξήρχετο “ καὶ ἰᾶτο πάντας. καὶ τῷ Κυρίῳ δὲ τὸ πρέπον φυλάττεται χρωμένῳ πρὸς διακονίαν τοῖς μαθηταῖς, κἀκείνοις ἡ λειτουργία κατὰ τὸ οἰκεῖον τῆς μαθητείας. καὶ εἶχον ἰχθύδια ὀλίγα, καὶ αὐτὰ
εὐλογήσας εἶπε παραθεῖναι.
κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
ἑπτὰ σπυρίδες κλασμάτων. πανταχόθεν τὸ ἐνέργημα δῆλον ἐκ τῆς πληρώσεως τῶν εὐωχουμένων, ἐκ τοῦ πλήθους τῶν περισσευθέντων, ἐκ τοῦ πολλοὺς εἶναι τοὺς ἐμπλησθέντας. μέχρι δὲ τῆς χρείας ἡ μετάληψις τῆς εὐεργεσίας, οὐχ ὥς τε καὶ λαβόντας ἀπενέγκασθαι, καὶ τοι πολλῶν τῶν λειψάνων γινομένων
ἀγαθὸν καὶ τοῦτο σύμβολον πρὸς τὸ τῇ χρείᾳ μετρεῖν τὴν ἀπόλαυσιν r καὶ μὴ παρὰ s τῆς χρείας εἰς πλεονεξίαν ὑπάγεσθαι.
ἡμᾶς ἄγεσθαι πειρασομένους t μὲν καὶ ἀγωνισομένους u. ὥσπερ γὰρ ἅταν x ἄπεστιν, ἡμῖν κάματον y τῇ ἀπουσίᾳ παρέχει, οὕτως ἀναπαύει a ὁπότε οἱονεὶ παρῇ.
πειράζοντες αὐτόν.
ἐστι σημεῖον ἐκ τοῦ οὐρανοῦ; ἣ στῆναι d τὸν ἥλιον, ἣ σελήνην χαλινῶσαι, ἢ κεραυνοὺς κατενεγκεῖν, ἣ τὸν ἀέρα μεταβαλεῖν, ἣ ἄλλο τι τοιοῦτον ποιῆσαι. e Ἄλλος, φησὶν, οὗτος τῆς παρουσίας ὁ καιρὸς καὶ ἄλλος ὁ μέλλων. νῦν τοῦτο χρεία τῶν ἐν τῇ γῆ, τὰ δὲ ἐν τῷ οὐρανῷ, ἐκείνῳ τεταμίευται τῷ καιρῷ. νῦν ὡς ἰατρὸς
ἦλθον, τότε ὡς ἀπαιτῆσαι εὐθύνας. διὰ τοῦτο λαθὼν ἦλθον· τότε μετὰ πολλῆς τῆς δημοσιεύσεως, οὐρανὸν ἑλίττων, ἥλιον ἀποκρύπτων g, τὴν σελήνην οὐκ ἀφιεὶς δοῦναι τὸ φῶς. τότε καὶ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. ἀλλ’ οὐχὶ τούτων νῦν ὁ καιρὸς τῶν σημείων. ὅθεν οὐδὲν h τῇ γενεᾷ ταύτῃ σημεῖον δοθήσεται. τῶν
ἀφισταμένων Θεοῦ καὶ Θεὸς ἀφίσταται· τούτου σύμβολον ἡ ἀναχώρησις. εἰκότως οὖν καὶ ἀναστενάξας τῷ πνεύματι αὑτοῦ ταῦτά φησι, λογιζόμενος τί μὲν αὐτὸς παρεγένετο i ποιῆσαι, δηλονότι ἀποθανεῖν ὑπὲρ αὐτῶν, καὶ τὰ ἔσχατα παθεῖν· τι δὲ αὐτοὶ καθ’ 3 ἑαυτῶν προκαλοῦνται πονηρίᾳ συζῶντες, “ ἐμβὰς πάλιν εἰς πλοῖον ἀπῆλθεν εἰς τὸ πέραν.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.