ΚΕΦ. Κ.
τῶν ὁρίων τῆς Δεκαπόλεως. καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν, ἵνα ἐπιθῇ αὐτῷ
τὴν χεῖρα.
προσενεχθέντα αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ ὅσον διαστῆσαι τοῦ ὄχλου, ἵνα μὴ δόξῃ ἐπιδεικτικῶς ἐπιτελεῖν τὰς θεοσημίας, καὶ παιδεύων ἡμᾶς τὸ ἄτυφον ἐπιτηδεύειν καὶ ἀκόμπαστον. οὐδενὶ e γὰρ οὕτω ποιεῖ σημεῖα ὡς ταπεινοφροσύνῃ κοσμούμενος, καὶ τὸ μέτριον μεταδιώκων τοῦ ἤθους.
τῇ φύσει τῆς ἀνθρωπότητος ἐπισυνέβη πάθη, καὶ μελῶν ἐσθ’ ὅτε πήρωσις, δηλοῦσα εἰς ποῖαν ἀρρωστίαν διὰ τῆς ἁμαρτίας ἡ τοῦ ἀνθρώπου κατενήνεκται φύσις, εἰσελθὼν ὁ Χριστὸς καὶ τελείαν ταύτην ἐν ἑαυτῷ ἀποδείξας, καὶ οἷαν ἐξ ἀρχῆς αὐτὸς αὐτὴν κατεσκεύασε, σκεύασε, διὰ ταύτης τὰ τῶν ὁμοουσίων αὐτῇ νοσήματα ἐθεράπευσε·
ταύτῃ τοῖς δακτύλοις μὲν τὰ ὦτα διανέῳξε f, πτύσματι δὲ ἀπεδίδου τῇ γλώττῃ τὸ φθέγγεσθαι. τοῦτο καὶ ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ πεποίηκεν.
ὑπ’ αὐτοῦ τὰς αἰτίας ἀνατιθεὶς, καὶ τὴν τοῦ ἀνθρώπου φύσιν ἐλεῶν, εἰς ποίαν g ταπείνωσιν ἤγαγεν ταύτην ὁ τε μισόκαλος διάβολος, καὶ ἡ τῶν πρωτοπλάστων ἀπροσεξία.
ἐλάλει ὀρθῶς.
καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν,
καὶ τοὺς ἀλάλους λαλεῖν.
τὸ παράδοξον.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.