ΚΕΦ. ΙΘ.
Χριστοῦ, Πέτρον καὶ Ἀνδρέαν, Ἰάκωβον καὶ Ἰωάννην, ἔτι δὲ καὶ ἑαυτὸν, ἀναγκαῖος νῦν τὸν κατάλογον αὐτῶν καὶ τὸν ἀριθμὸν ποιεῖται. Εἰπὼν δὲ “ Σίμων, ἀναγκαίως προσέθηκεν “ ὁ λεγόμενος “ Πέτρος·” καὶ γὰρ καὶ ἕτερος Σίμων ἦν ὁ Κανανίτης. χρὴ δὲ σκοπεῖν, ὅτι οὐ κατὰ τὴν ἀξίαν τίθησιν αὐτούς· ὁ γὰρ Ἰωάννης
μείζων ἦν τοῦ ἀδελφοῦ. εἶτα εἰπὼν “ Φίλιππος καὶ Bαρθολομαῖος,” ἐπήγαγε, “ Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης· εἶτα “ Ἰάκωβος ὁ τοῦ “ Ἀλφαίου·” ἦν οὖν, ὡς προγέγραπται, καὶ ὁ τοῦ Εεβεδαίου· εἶτα εἰπὼν “ Αεββαῖον τὸν ἐπικληθέντα Θαδδαῖον, καὶ Σίμωνα τὸν “ ζηλωτὴν,” ὃν καὶ Κανανίτην καλεῖ, ἐπὶ τὸν προδότην ἔρχεται· ἀπὸ
τῆς πόλεως αὐτὸν καλῶν, Ἰούδας ὁ Ἰσκαριώτης· ἦν γὰρ καὶ ἕτερος Ἰούδας ὁ Λεββαῖος, ὁ ἐπικληθεὶς Θαδδαῖος, ὃν Ἰάκωβον φησὶν ὁ Λουκᾶς· εἰς δὲ τὸν Ἰούδαν τὸν Ἰσκαριώτην προσέθηκεν, “ ὁ παραδιδοὺς αὐτόν·” οὐδὲν τῶν δοκούντων ἐπονειδίστων εἶναι ἀποκρυπτόμενος. “ τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς· ποίους
τούτους ; τοὺς ἁλιεῖς· καὶ δύο τελῶναι, Ματθαῖος καὶ Θαδδαῖος· καὶ εἶς προδότης· ἀπέστειλε δὲ αὐτοὺς λέγων· “ εἰς ὁδὸν ἐθνῶν " μὴ ἀπέλθετε,” καὶ τὰ ἑξῆς· κἂν γάρ με ὕβρισαν, φησὶ, καὶ δαιμονῶντα καλῶσιν, οὐκ ἀποστρέφομαι αὐτοὺς, ἀλλ’ αὐτοὺς πρώτους διορθῶσαι ἐσπούδακα· καὶ πάντων ὑμᾶς ἀπάγων τῶν
ἄλλων, πρὸς τούτους πέμπω διδασκάλους καὶ ἰατρούς· καίπερ τῶν ἐθνῶν καὶ τῶν Σαμαρειτῶν ἐπιτηδειοτέρως ἐκείνων πρὸς τὴν πίστιν ἐχόντων· κηρύττειν δὲ αὐτοὺς οὐδὲν αἰσθητὸν κελεύει, ὥσπερ Μωυσῆς καὶ οἱ λοιποὶ προφῆται, γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθά· ἀλλὰ βασιλείαν οὐρανῶν καὶ τὰ ἐκεῖ ἅπαντα.
2
τὴν διὰ πίστεως χάριν, τὴν διὰ πνεύματος υἱοθεσίαν, τὴν ἑνοῦσαν Θεῷ τὸν ἄνθρωπον.
4
αὐτῶν ἀποτρεφόμενοι· τοῦτο γὰρ δηλοῖ, “ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
ἀπαιτεῖται· οὐ μόνον δὲ ἀξίους κελεύει ζητεῖν, ἀλλὰ μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν, ὥστε μηδὲ τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δοξὰν λαμβάνειν γαστριμαργίας. τὸ δὲ πρώτους ἀσπάζεσθαι, μετριάζειν αὐτοὺς παρασκευάζει καὶ ἐν τούτῳ· μὴ γὰρ, ἐπειδὴ διδάσκετέ, φησι, διὰ τοῦτο περιμένετε παρ’ ἑτέρων ἀσπάζεσθαι g.
μᾶλλον μὲν οὖν ὑμεῖς προηγεῖσθε h τῇ τιμῇ. δεικνὺς δὲ ὅτι οὐκ ἀσπασμός ἐστι τοῦτο ψιλὸς, ἀλλ’ ἀλογία, ἐπάγει λέγων, “ἐὰν 6 “ ᾗ ἀξία ἡ οἰκία, ἥξει ἐπ’ αὐτήν· ἂν δὲ ὑβρίζῃ, οὐ μόνον οὐδὲν ἐκ τῆς εἰρήνης νομίσητε, ἀλλὰ καὶ τὰ τῶν Σοδόμων ὑπομενεῖ. τὸ δὲ ἐκτινάξαι τὸν κονιορτὸν τῶν ποδῶν, τοῦτό ἐστιν, ἢ ὥστε δεῖξαι ὅτι οὐδὲν ἔλαβον παρ’ αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἢν ἐβάδισαν δι’ αὐτούς.
χιτῶνι ἐκέκτητο ὁ Κύριος.
ἐμπορευομένοις μετιέναι ἐξ ἑτέρων εἰς ἑτέρους ἁρμόσει· τοῖς δὲ δωροδοκήτοις οὐκέτι· δικαίαν δὲ ἔδειξεν εἶναι τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν παρὰ τῶν διδασκομένων, τῶν ἐργαζομένων οὖσαν μισθόν· τροφὴν δὲ εἰπὼν, τὴν τρυφὴν ἀπεκώλυσεν.
τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
αἱ περιστεραί.
φέρειν τοὺς ἀδικοῦντας καὶ μὴ ἀμύνασθαι.
ἀπερχόμενοι, καὶ οὐχ ἁπλῶς λύκους, ἀλλὰ καὶ “ἐν μέσῳ λύκων· καὶ οὐ προβάτων ἡμερότητα μόνον ἔχειν κελεύει, ἀλλὰ καὶ τῆς περιστερᾶς τὸ ἀκέραιον· τουτέστι, τὴν ἁπλότητα καὶ ἀκακίαν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ ἐκέρασεν ταῦτα ἀμφότερα, ὥστε γενέσθαι αὐτὰ ἀρετήν· ἵνα τὴν μὲν φρόνησιν τοῦ ὄφεως ἔχωσιν
εἰς τὸ τηρεῖν τὴν κεφαλήν· τουτέστι τὴν πίστιν· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, τὴν ἀκακίαν εἰς τὸ μὴ ἀμύνασθαι τοὺς ἀδικοῦντας ὅπως πάντοθεν ἠκριβωμένοι ὦσιν, ὥστε μήτε ὑπὸ κινδύνων ταπεινοῦσθαι, μήτε ὑπὸ θυμοῦ παροξύνεσθαι· ταῦτα δὲ ἔλεγεν, περὶ τῶν οὐ μετὰ μικρὸν ἐσομένων χρόνων ἄνωθεν πρὸ πολλοῦ
τῷ πρὸς τὸν διάβολον προπαρασκευάζειν αὐτοὺς πολέμῳ· διὸ καὶ ἔλεγεν, “προσέχετε ἀπὸ τῶν ἀνθρώπων,” καὶ τὰ ἑξῆς.
μὲν γὰρ σημεῖα ποιεῖν, αὐτοῦ· τὸ δὲ μὴ κτήσασθαι μηδὲν, ἐκείνων. πάλιν τὸ τὰς οἰκίας ἀνοῖξαι πάσας, τῆς ἄνωθεν χάριτος· τὸ δὲ μηδὲν τῆς αὐτῶν χρείας ἀπαιτῆσαι, τῆς αὐτῶν φιλοσοφίας· τὸ τὴν εἰρήνην χαρίσασθαι, τῆς τοῦ Θεοῦ δωρεᾶς· τὸ τοὺς ἀξίους ἐπιζητεῖν, καὶ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι, τῆς αὐτῶν φιλοσοφίας
καὶ ἐγκρατείας· πάλιν τὸ κολάζειν τοὺς μὴ δεχομένους αὐτοὺς, αὐτοῦ· τὸ δὲ μετ’ ἐπιεικείας ἀναχωρεῖν ἐκ τούτων μὴ λοιδορουμένους καὶ ὑβρίζοντας, τῆς τῶν Ἀποστόλων πραότητος· τὸ δὲ δοῦναι Πνεῦμα, καὶ μὴ μεριμνᾶν ποιῆσαι τὸ τι λαλῆσαι, τοῦ πέμποντος ἢν· τὸ ὡς πρόβατα γενέσθαι, καὶ ὡς περιστερὰς,
καὶ φέρειν πάντα γενναίως, τῆς τούτων εὐτονίας καὶ συνέσεως ὑπῆρχεν· τὸ ὑπομείνοντας σῶσαι, τοῦ πέμποντος· τὸ δὲ μέχρις ἐσχάτης ἀναπνοῆς ἀθλεῖν ὑπὲρ αὐτοῦ, τῆς τῶν Ἀποστόλων σπουδῆς καὶ ὑπομονῆς καὶ καρτερίας· διὸ καὶ ἔλεγεν, “ὁ δὲ ὑπομείνας “εἰς τέλος, οὗτος σωθήσεται·” ἐπειδὴ γὰρ εἰώθασι πολλοὶ, ἐν
μὲν τοῖς προοιμίοις εἶναι σφοδροὶ εἰς τὴν ἀρετὴν, μετὰ δὲ ταῦτα, ἐκλύεσθαι, διὰ τοῦτό φησιν, τὸ τέλος ἐπιζητῶν· τι γὰρ ὄφελος σπερμάτων, παρὰ μὲν τὴν ἀρχὴν ἀνθούντων, μικρὸν δὲ ὕστερον μαραινομένων; διὰ τοῦτο διαρκῆ i τὴν ὑπομονὴν ἀπαιτεῖ.
καταλήψομαι· καὶ γὰρ ἤρκει εἰς παραμυθίαν, τὸ ἰδεῖν αὐτὸν μόνον.
δι’ ἧς ὀπτανόμενος, τὴν παρ’ αὐτοῦ βοήθειαν παρέξει· εὐθαρσεῖς αὐτοὺς ποιῶν, διὰ τὸ διώκεσθαι, καὶ πάλιν εἰς τὸ αὐτὸ ὡς ἐπηγγείλατο, ὅτι “ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου πρὸς “αὐτὸν, καὶ μονὴν παρ’ αὐτῶν ποιησόμεθα.
ἀπολογεῖσθαι, ἵνα διὰ τῆς ὁμολογίας ὠφελοῦνται τινες, καὶ ἰσχυροποιηθῇ ἡ Ἐκκλησία.
10
γὰρ σημαίνει τὸ “οὐδέν ἐστι κεκαλυμμένον,” καὶ τὰ ἑξῆς· σκοτίαν δὲ καὶ οὖς εἶπεν, οὐχ ὅτι σκότος ἦν, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ’ οὐδὲ εἰς τὸ οὖς αὐτοῖς διελέγετο, ἀλλὰ πρὸς τὴν μετὰ ταῦτα παρρησίαν ἐσομένην, ἀντιδιαστέλλων τὸν λόγον ταῦτα φησίν· ἐπειδὴ γὰρ μόνοις αὐτοῖς διελέγετο καὶ ἐν μικρᾷ γωνίᾳ, διὰ τοῦτο
εἶπεν “ἐν τῆ σκοτία καὶ εἰς τὸ οὑς.
λοιδορίαις προσέχω, ἀλλὰ ταῖς καρδίαις.
τούτοις m καταφρονεῖν θανάτου· καὶ οὐδὲ ἁπλῶς θανάτου, ἀλλὰ καὶ βιαίου. διὰ τοῦ εἰπεῖν, “οὐχὶ δύο σρουθία,” καὶ τὰ ἑξῆς, τοῦ περὶ προνοίας τοῦ Θεοῦ εἰσάγει λόγον· τί γὰρ ἐκείνων, φησὶν, εὐτελέστερον; ἀλλ’ ὅμως, οὐδὲ ἐκεῖνα κρατηθήσονται, ἀγνοοῦντος τοῦ Θεοῦ· οὐ γὰρ τοῦτο, φησὶν, ὅτι ἐνεργοῦντος αὐτοῦ πίπτουσιν
εἰς παγίδα· τοῦτο γὰρ ἀνάξιον Θεοῦ, ἀλλ’ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν γινομένων. εἰ οὖν ἀγνοεῖ οὐδὲν τῶν συμβαινόντων, ὑμᾶς δὲ φιλεῖ, παντὸς πατρὸς γνησιώτερον, καὶ οὕτως φιλεῖ, ὡς καὶ 12 τὰς τρίχας ἠριθμηκέναι, οὐ χρὴ λοιπὸν δεδοικέναι. τοῦτο δὲ ἔλεγεν, οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ’ ἵνα τὴν ἀκριβῆ n γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν, τὴν περὶ αὐτοὺς, ἐνδείξηται· εἰ τοίνυν καὶ οἶδε πάντα τὰ γενόμενα, καὶ δύναται σώζειν ὑμᾶς καὶ βούλεται· “μὴ φοβεῖσθε,” φησὶν, “πολλῶν στρουθίων διαφέρετε
“ ὑμεῖς.” ταῦτα δὲ ἔλεγεν, ἐκβάλλων τὸν φόβον καὶ τὴν ἀγωνίαν, τὴν κατασείουσαν αὐτῶν τὴν ψυχήν. ἀσσάριόν ἐστιν, ὀγκίας τὸ τέταρτον.
ταλάντου o ἑκατὸν εἰκοσιπέντε λίτρας σταθμίζοντος· οὐδὲν δὲ ἄπιστον, εἰ δύο στρουθία πωλεῖσθαι λέγει ὁ Κύριος, ἑνὸς ἡμίσεος νομίσματος· εὑρίσκονται γὰρ δὲ πολύτιμα, ὡς ψιττακὸς, ἣ μελαγκόρυφος, καὶ ἕτερά τινα.
ἀνθρώπων.
καὶ ἀποτρέπει ἀρνήσεως· ὅρα δὲ, εἰ μὴ τὸ πλεονέκτημα τοῦ ἐν αὐτῷ ὁμολογοῦντος, ἤδη ὄντως ἐν Χριστῷ δηλοῦται, ἐκ τοῦ, “κἀγὼ ἐν αὐτῷ” ὁμολογεῖν· τὸ δὲ κακὸν τοῦ ἀρνουμένου, ἐκ τοῦ μὴ συνῆφθαι τῇ ἀρνήσει τὸ ἐν ἐμοὶ ἣ τὸ ἐν αὐτῷ.
“οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ, δεικνὺς ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἄνωθεν βοηθούμενος χάριτι ὁμολογεῖ ὁ ὁμολογῶν· περὶ δὲ τοῦ ἀρνουμένου, οὐκ εἶπεν ἐν ἐμοὶ, ἀλλ’ ἐμέ· ἔρημος γὰρ γενόμενος τῆς τοῦ Θεοῦ δωρεᾶς, οὕτως ἀρνεῖται· ἀλλ’ ἴσως ἐρεῖ τὶς, τίνος οὖν ἕνεκεν ἐγκαλεῖται, εἰ ἐγκαταλειφθεὶς ἀρνεῖται;
ὅτι τὸ ἐγκαταλειφθῆναι, παρ’ αὐτὸν γίνεται τὸ ἐγκαταλιμπανόμενον· διὰ τί δὲ οὐκ ἀρκεῖται ὁ Θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; εἰς παρρησίαν 14 ἡμᾶς ἀλείφων, καὶ εἰς πλείονα ἀγάπην καὶ διάθεσιν, καὶ ὑψηλοὺς ἐργαζόμενος.
τον ἄπιστον.
ἡ καλὴ διαφωνία ἔλυσεν, καὶ ἐποίησεν εἰρήνην· οὐ γὰρ πανταχοῦ ὁμόνοια καλόν.
καὶ μισεῖν λέγει καὶ γαμετάς· ὁ ἐστι, μὴ ἀπάγου, φησὶν, ἀλόγοις ὁρμαῖς, μηδὲ τοῖς σωματικοῖς ἔθεσιν.
αὐτὸ “πατηρ πρὸς υἱὸν, καὶ μήτηρ πρὸς θυγατέρα.” Τὸ δὲ, “ὅστις “οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ,” καὶ τὰ ἑξῆς, σημαίνει ὥστε εἰς πόλεμον καὶ μάχην ἐκδιδόναι τὴν ἑαυτοῦ ψυχὴν, καὶ σφαγὰς καὶ αἵματα, καὶ θάνατον βίαιον καὶ ἐπονείδιστον.
ζωῇ, οὐκ ἔστι μου ἄξιος.
μοι τοὺς γεγεννηκότας, καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ γυναῖκας; ψυχῆς οὐδὲν οἰκειότερον οὐδενί· ἀλλ’ ὅμως ἐὰν μὴ καὶ ταύτην μισήσῃς, οὐ δύνασαι μου εἶναι μαθητής.
πνευματικοὺς, οὕτως ἀπολέσει αὐτὴν, τῆς αἰωνίου δόξης ἀποστερῶν· ὁ δὲ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἕνεκεν ἐμοῦ, τουτέστιν ἢ διὰ θανάτου, ἢ ἐν στενοχωρίᾳ καὶ θλίψει πολιτευόμενος, οὗτος εὑρήσει αὐτὴν εἰς ζωὴν αἰώνιον.
μισθὸν μέγαν ἀποκεῖσθαι τοῖς ξενοδοχοῦσιν εἰλικρινῶς· τὸ δὲ “εἰς “ὄνομα προφήτου” καὶ “δικαίου,” ἵνα μὴ διὰ βιωτικὴν προστασίαν, μηδὲ ἄλλο τι τῶν ἐπικήρων δέξηται, ἀλλ’ ἢ μόνον ὅτι προφήτης ἐστὶ καὶ δίκαιος· τὸ δὲ “μισθὸν δικαίου λήψεται, ἢ οἷον εἰκὸς τὸν δεξάμενον προφήτην ἢ δίκαιον, λαβεῖν, ἣ οἷον
ἐκεῖνος μέλλει λαμβάνειν. ἵνα δὲ μή τις πενίαν προβάληται, φησὶ, κἂν ποτήριον ψυχροῦν δῷς, ἔνθα οὐδέν ἐστι δαπανῆσαι, καὶ τούτου κεῖται μισθός.
Τοῦ ἀγίου Κυρίλλου. Ἵνα μή τις πενίαν προβάλληται, εἶπε τοῦτο, θέλων δοῦναι μισθὸν τοῖς ὑποδεχομένοις.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.