ΚΕΦ. ΙΗ.
οὐ φύσεως ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἦν ἡ ἐπιβουλή· διὸ καὶ ἑτέρων b ἐδεήθη τῶν προσαγόντων· οὔτε γὰρ δι’ ἑαυτοῦ προσκαλέσαι ἠδύνατο ἄφωνος ὢν, οὔτε ἑτέρους ἱκετεῦσαι, τοῦ δαίμονος δήσαντος τὴν γλῶτταν, καὶ τὴν ψυχὴν μετὰ τῆς γλώττης πεδήσαντος· διὰ τοῦτο οὐδὲ ἀπαιτεῖ αὐτὸν, ἀλλ’ εὐθέως διορθοῦται
τὸ νόσημα. “ἐκβληθέντος” γάρ, φησι, “τοῦ δαιμονίου, ἐλάλησεν “ὁ κωφός· οἱ δὲ ὄχλοι ἐθαύμαζον,” καὶ τὰ ἑξῆς· ὃ δὴ μάλιστα ἠνία τοὺς Φαρισαίους, ὅτι πάντων αὐτὸν προὐτίθεσαν, οὐ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων· προὐτίθεσαν δὲ οὐχ ὅτι ἐθεράπευσεν, ἀλλ’ ὅτι ῥάως c καὶ ταχέως· καὶ ὅτι ἄπειρα
νοσήματα, καὶ ἀνιάτως ἔχοντα. καὶ ὁ μὲν ὄχλος οὕτως· οἱ δὲ Φαρισαῖοι τοὐναντίον ἅπαν· τοιοῦτον γὰρ ἡ πονηρία· τί γάρ φησιν; “ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια·” οὗ τι ἃν γένοιτο ἀνοητότερον; μάλιστα μὲν γὰρ, ὃ καὶ προιὼν φησὶν, ἀμήχανον δαίμονα ἐκβάλλειν δαίμονα· τὰ γὰρ ἑαυτοῦ
συγκροτεῖν εἴωθεν, οὐ καταλύειν ἐκεῖνος· αὐτὸς δὲ οὐχὶ δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρεν, καὶ νεκροὺς ἤγειρεν, καὶ θάλατταν ἐχαλίνου, καὶ ἁμαρτήματα ἔλυεν, καὶ βασιλείαν ἐκήρυττεν, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ οὗτ’ ἃν ἕλοιτο ποτε, οὔτ’ ἃν δυνηθείη ποτὲ ἐργάσασθαι· αὐτὸς δὲ μετὰ τὰς ὕβρεις
καὶ τὰς κατηγορίας· “περιῆγε” φησι, “τὰς πόλεις ἁπάσας καὶ “τὰς κώμας καὶ τὰ ἑξῆς· ἡμῖν τύπος γενόμενος, ἵνα καὶ ἡμεῖς ὅτ’ ἂν εὐεργετῶμεν τινὰς, καὶ ὑπ’ αὐτῶν κατηγορούμεθα, μὴ ἀποστῶμεν τοὺς ὁμοδούλους εὐεργετεῖν, ὡς ὅγε μετὰ τὴν κατηγορίαν ἀφιστάμενος τῆς εὐεργεσίας δείκνυσιν, ὅτι δι’ ἀνθρώπων
ἔπαινον, ἀλλ’ οὐ διὰ τὸν Θεὸν τὴν ἀρετὴν εἰργάζετο.
“τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.”
δαίμονα ἐκβάλλει, οὐδὲ τὰ ἑαυτοῦ καταλύει. οὐ μόνους δὲ δαίμονας ἐξέβαλεν, ἀλλὰ καὶ μυρία πάθη c ἐθεράπευσεν. ὁ δαίμων πρὸς τὰ εἴδωλα σύρει· ὁ Χριστὸς τῷ Πατρὶ προσῆγεν· ὁ δαίμων ὑβριζόμενος οὐκ εὐεργετεῖ· ὁ δὲ Χριστὸς τοὺς ὑβρίζοντας φέρων ἀνεξικάκως περιείη θεραπεύων πάντας.
4 Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.
“θερισμοῦ, ἐρῶ τοῖς θερισταῖς.”
λόγον τῆς ἀληθείας.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.