ΚΕΦ. Κ.
καὶ διδάσκων τοὺς ἰδίους μαθητὰς ἴσως οὐκ ἔπειθεν. ἐδόκουν δὲ ταπεινοφρονεῖν αὐτόν. περὶ δὲ τοῦ, εἰ αὐτὸς μέλλει ἔρχεσθαι, ἔχρηζεν ὁ Ἰωάννης μαθεῖν· ἔρχεσθαι δὲ ἐν τοῖς κάτω, ἔνθα ηὐτρέπιστο πορεύεσθαι ὁ Ἰωάννης.
φασὶν, ὅτι ὑπὲρ ἀνθρώπων ὁ Κύριος ἔμελλε τελευτᾷν, καὶ διὰ τοῦτο εἶπεν, “σὺ εἶ ὁ ἐρχόμενος;” τουτέστιν εἰς τὸν ᾅδην. γινωσκέτωσαν οἱ τοιοῦτοι ὅτι οὐκ ἔχει λόγον τοῦτο· ὁ γὰρ Ἰωάννης, οὐδὲ τοῦτο ἠγνόει. εἰπὼν γὰρ ἀμνὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸν σταυρὸν ἀνεκήρυξεν, καὶ πάλιν “ὅτι ἐν πνεύματι
“βαπτίσει ὑμᾶς,” τὰ μετὰ τὴν ἀνάστασιν προεφήτευσε· πῶς δὲ καὶ “μείζων προφήτου,” ὡς αὐτὸς ὁ δεσπότης ἡμῶν Χριστὸς ἀπεφήνατο, ὁ μηδὲ τὰ τῶν προφητῶν ἐπιστάμενος; ὅτι δὲ οἱ προφῆται τὸ πάθος ᾔδεσαν, παντί που δῆλόν ἐστιν. τίνος δὲ χάριν, εἰ τοῦτο ἦν, οὐκ ἔλεγεν· σὺ εἶ ὁ ἐρχόμενος; ἐπειδὴ τὰ
κατὰ τοὺς μαθητὰς Ἰωάννου ᾠκονομήθη καλῶς, καὶ βεβαιωθέντες ἐκ τῶν γενομένων σημείων, ἐνώπιον αὐτῶν ἀπῆλθον. λοιπὸν τὸν περιεστῶτα ὄχλον διορθούμενος· εἰκὸς γὰρ ἦν αὐτοὺς σκανδαλισθῆναι. ὅτι ἄρα μὴ στασιάζων ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν, ταῦτα ἐδήλωσεν αὐτῷ διὰ τῶν μαθητῶν αὐτοῦ, ὁ τοσαῦτα μαρτυρήσας
αὐτῷ καὶ μεταπεισθεὶς ταῦτα νῦν λέγει, εἴτε οὗτος, εἴτε ἕτερος εἴη ὁ ἐρχόμενος. ἐπεὶ οὖν πολλὰ τοιαῦτα εἰκὸς ἦν ὑποπτεύειν τὸν ὄχλον, φησὶ περὶ Ἰωάννου· “τί ἐξήλθετε εἰς τὴν “ ἔρημον θεάσασθαι” καὶ τὰ ἑξῆς.
καὶ ῥᾳδίως περιφερόμενον, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντα, καὶ ἐπὶ μηδενὸς ἑστῶτα. τὸ δὲ “μαλακοῖς ἱματίοις δηλοῖ τοὺς ἐν τρυφῇ ζῶντας· ἀλλ’ ὁ Ἰωάννης, οὔτε πρώην ὑπῆρχε, φησὶν, ὥσπερ κάλαμος περιφερόμενος, ἢ ἐν τρυφῇ ζῶν, ἀλλ’ οὐδὲ μετὰ ταῦτα τοιοῦτος γέγονε. δείκνυσι γὰρ τοῦτο ἡ στολὴ καὶ
ἡ ἐρημία καὶ τὸ δεσμωτήριον· εἰ γὰρ ἠβούλετο μαλακὰ φορεῖν, ἢ τρυφᾷν, ἣ ὥσπερ κάλαμος περιφέρεσθαι, οὐκ ἂν τὴν ἔρημον ᾤκησεν, οὐκ ἃν τῷ δεσμωτηρίῳ συνεκλείετο. οὐ τοίνυν τοιοῦτός ἐστιν, ἀλλὰ προφήτης, καὶ περισσότερον προφήτου. διατί περισσότερον προφήτου; διὰ τὸ ἐγγὺς εἶναι τοῦ παραγενομένου· “ἀπο-
“στελῶ γάρ,” φησι, “τὸν ἄγγελόν μου πρὸ προσώπου σου,” τουτέστιν ἐγγύς σου. καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οἱ ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες, οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι, οὕτω δὴ καὶ ὁ Ἰωάννης ἐγγὺς αὐτῆς φανεὶς τῆς παρουσίας, δείκνυται καὶ ἐκ τούτου τὴν ὑπόσχεσιν ἔχων·
Ιουδαϊκὴν μαρτυρίαν, τὸν βίον τὸν τοῦ ἀνδρός· τρίτον, τὴν θανάτου κρίσιν, τέταρτον, τὸν προφήτην· πανταχόθεν αὐτοὺς ἐπιστομίζων.
2
προφητευόμενον εἰδε, καὶ πᾶσιν ἐγνώρισε.
ξένον τινὰ καὶ παράδοξον ἐκ παρθένου τόκον ἔσχεν.
ῥήμασι.
εἰ καὶ ἐκ μήτρας ἐτύγχανεν Ἁγίου Πνεύματος.
βίον, ὑπὲρ τὸν Ἰωάννην ἐστίν. ὁ οὑν λόγος ἔπαινον ἔχει τοῦ ἁγίου βαπτίσματος.
πίστις διὰ τοῦ βαπτίσματος, ἡ τοῦ Θεοῦ βασιλεία ἐστὶν, ἥτις ἤρξατο ἀπὸ τοῦ κηρύγματος Ἰωάννου τοῦ ὑποδεικνύντος τὸν Χριστόν· αὕτη ἐστίν. οἱ δὲ βιαζόμενοι εἰσὶν οἱ τῇ εἰδωλολατρείᾳ ἀποταττόμενοι, καὶ τῷ παλαιῷ ἔθει.
λογικὴν νοείτω τὰ τῆς διανοίας ὠσὶν ἀκούων.
ἔτι δὲ καὶ ἐκ τῶν καθ’ ἑκάστην ἡμέραν ἁρπαζόντων τὴν πίστιν τὴν εἰς ἐμέ. τὸ δὲ “ αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι δηλοῖ, ἐπειδήπερ ἀμφότεροι τούτου ἕνεκεν, λέγω δὴ τῆς τοῦ Χριστοῦ παρουσίας, κήρυκες ἐγένοντο, διὰ τοῦτο παρίσωσεν αὐτούς· καὶ γὰρ ὥσπερ ὁ Ἰωάννης πρόδρομος γέγονε τῆς πρώτης αὐτοῦ παρουσίας, οὕτως ὁ Ἠλίας τῆς δευτέρας ἔσται. οὐκ εἶπε δὲ ἁπλῶς, ὅτι οὗτος ἐστιν Ἠλίας, ἀλλ’ “εἰ θέλετε δέξασθαι·” τουτέστιν εἰ μετὰ εὐγνώμονος διανοίας προσέχετε τοῖς γινομενοις.
οὐκοῦν ἔδει πείθεσθαι τῷ Κυρίῳ, καὶ πιστεύειν αὐτῷ τὴν ἐναντίαν ἐλθόντι, ὡς ἐκεῖνοι ἔλεγον αὐτὸν, φάγον καὶ οἰνοπότην. ὅμως οὖν καὶ ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς, τὸν σκληρὸν καὶ φιλόπονον βίον μετήρχετο, νηστεύων (??) ἡμέρας, οὐκ ἔχων ποῦ κεφαλὴν κλίνειν. πρὸς τούτοις δὲ ὁ μὲν Ἰωάννης οὐδὲν πλέον
ἐπεδείξατο, πλὴν τοῦ βίου καὶ τῆς πολιτείας· σημεῖον δὲ οὐδὲ ἓν ἐποίησεν· ὁ δὲ δεσπότης ἡμῶν Χριστὸς, καὶ τὴν ἀπὸ τῶν σημείων καὶ τῶν θαυμάτων μαρτυρίαν εἶχε.
τῶν εἰς αὐτὸν πιστευόντων, ἣ ὅτι τέκνα καλῶν τοὺς ὑβρίζοντας αὐτὸν, οὐκ ἐπαύσατο αὐτοῖς φιλοφρόνως λαλῶν.
φύσεως ἦσαν τοιοῦτοι πονηροὶ καὶ ἀπειθεῖς, ἀλλὰ ἀπὸ κακῆς προαιρέσεως. καὶ γὰρ ἀπὸ τῆς Βηθσαϊδᾶς πέντε προῆλθον ἀπόστολοι, ὅτε Φίλιππος καὶ αἱ δύω ξυνωρίδες ἐκεῖναι τῶν κορυφαίων· καὶ τὰ Σόδομα δὲ αυτοῖς προστίθησι, τὴν κατηγορίαν αὐτοῖς ἐπαύξων. διότι μεγίστη κακίας ἀπόδειξις, ὅταν μὴ τῶν τότε
ὄντων, ἄλλα καὶ τῶν πώποτε γεγονότων πονήρων, φαίνονται χείρους ὄντες. καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἵστησιν, ἀλλὰ καὶ πλειόνως τὸν φόβον ἐπιτείνει, πανταχόθεν αὐτοὺς ἐπιστρέψαι βουλόμενος, ἀπό τε τοῦ ταλανίζειν καὶ φοβεῖν.
Ἰωάννης δι’ ἀσκητικοῦ βίου τὰ τῆς σαρκὸς ἐνέκρου, οὐ μὴν δι’ ἀσκητικῶν πόνων βοηθούμενος. καὶ ὁ μὲν Ἰωάννης κηρύσσων βάπτισμα μετανοίας, τύπος ἦν κατηφείας τοῖς ὀφείλουσιν ἐπὶ τοῦτο πενθεῖν· ὁ δὲ Κύριος βασιλείαν οὐρανῶν κηρύσσων, τὸ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι’ οὗ νοῦ τοῖς πιστοῖς ὑπογράφει
τὴν ἐσομένην ζωὴν καὶ τὴν ἄπονον χαράν.
7
Σοδόμοις; ἐροῦμεν, ὅτι ἑκάστῳ καιρῷ, πρόσφορον ὁ Χριστὸς ᾠκονόμησεν· ὅτε ἔδει, ἐσαρκώθη ὁ Λόγος, καὶ ἐποίησε τὰ σημεῖα, πλὴν ἑκάστῃ γενέᾳ κατὰ ἀναλογίαν δίδωσι τὰς εὐθύνας.
ἣ ὅτι ἐμπιστευθέντες ἦσαν τὰ τοῦ θεοῦ λόγια, ἣ ὅτι κακοῦργοι ἦσαν, καὶ σοφοὶ κακοποιῆσαι. νηπίους δὲ τοὺς Ἀποστόλους λέγει· ἣ σοφοὺς μὲν τοὺς γραμματεῖς καὶ Φαρισαίους, οὐ τὴν ὄντως σοφίαν ἔχοντας, ἀλλὰ τὴν δοκοῦσαν ἀπὸ δεινότητος λόγων.
ἐχόντων· “ ναὶ ὁ πατήρ·” ἀντὶ τοῦ καλῶς ὁ πατήρ.
νομίσωμεν, ταύτην τὴν λέξιν τέθεικεν· ἐπεὶ ὅτι ὁ μὲν ἐγεννήθη, καὶ πάντων δεσπότης ἐστὶ, πολλαχόθεν δῆλον, καὶ ἐξ ὣν ἐπάγει, ὅτι “ οὐδεὶς γινώσκει τὸν Υιον,” καὶ τὰ ἑξῆς ὃ δὲ λέγει τοιοῦτον ἐστίν. ὅτι οὐ μόνον πάντων εἰμὶ δεσπότης, ἀλλὰ καὶ τὸ τούτου μεῖζον ἔχω, τὸ εἰδέναι τὸν Πατέρα, καὶ τῆς αὐτοῦ
οὐσίας εἶναι. καὶ οὐχ ᾡ ἃν ἐπιτάττομαι, οὐδὲ ᾡ ἂν κελεύομαι, ἀλλ’ ᾧ ἐὰν βούλομαι, ὡς Υἱὸς ἀποκαλύπτω.
λέγει βίον, δι’ οὗ τίς μιμεῖται Χριστὸν, ἐν πραότητι καὶ ταπεινοφροσύνῃ.
πεφορτισμένοι, οὐχ ἵνα, φησὶν, ἀπαιτήσω εὐθύνας, ἀλλ’ ἵνα λύσω τὰ ἁμαρτήματα. καὶ οὐκ εἶπεν, ἴνα σώσω μόνον, ἀλλὰ καὶ ὃ πολλῶ πλεῖον ἦν, ἵνα ἐν ἀδείᾳ καταστήσω πάσῃ, καὶ μὴ φοβηθῆτε, φησὶ, ζυγὸν ἀκούοντες· χρηστὸς γάρ ἐστιν· μηδὲ δείσητε, ἐπειδὴ φορτίον εἶπεν· ἐλαφρὸν γάρ ἐστι. κἂν γὰρ εἰπεν ἔμπροσθεν,
“ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς, πρὸς τοὺς ῥαθύμους καὶ ἀναπεπτωκότας εἶπεν. ἐπειδὴ ἐὰν κατορθώσῃ τις τὰ εἰρημένα, ἐλαφρόν ἐστι τὸ φορτίον. κατορθοῖ δὲ ἐὰν ταπεινὸς γένηται, καὶ πρᾶος, καὶ ἐπιεικής· αὕτη ἐστὶ μήτηρ φιλοσοφίας.
Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.