οἶμαί ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν Ἰερουσαλὴμ εὖ 2 μάλα καὶ σοφῶς εἰρημένον “Πόνῳ καὶ μάστιγι παιδευθήσῃ “Ἱερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω “σε ἄβατον γῆν, ἥτις οὐκ ἀποικηθήσεται.’’ Θεοῦ γὰρ ἡμῶν ἐξελόντος τὴν ἀρετὴν, εἰσελάσει πάντως εἰς νοῦν
καὶ καρδίαν τὰ βδελυρά τε καὶ ἀνόσια πάθη, καὶ οἷά τινες 3 θῆρες ἐνδιαιτήσονται, συνεισφρήσει δὲ καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀγρία πληθύς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.