Νινευὶ, τὴν τῶν Χαλδαίων μητρόπολιν. ἔσται δὲ ἄνυδρος, ταῖς ἀβάτοις καὶ ἀοικήτοις ἐν ἴσῳ γαῖς. εἰκὸς δὲ δὴ πάλιν ὕδασιν ἐξομοιοῦν τὸν λόγον τὴν τῶν ἐνοικούντων πληθύν· ἔθος γὰρ τοῦτο τοῖς ἱεροῖς γράμμασιν. καὶ γοῦν τῶν Ἀσσυρίων τὴν ἔφοδον, ἢν πεποίηνται κατὰ τῆς Ἱερουσαλὴμ,
ἕτερος τῶν ἁγίων προφητῶν προανακηρύττων ἔφασκεν “Ἴδου 2 “δὴ ὕδατα ἔρχεται ἀπὸ βοῤῥᾶ, καὶ ἔσται εἰς χειμάρρουν 3 “κατακλύζοντα.’’ ὅταν τοίνυν ἄνυδρον ἔσεσθαι τὴν Νινευὶ λέγη, φαίην ἂν ὅτι κενὴν ἔσεσθαι τῶν ἐνοικούντων φησί· κατανεμηθήσεσθαι γεμὴν ἐν μέσῳ αὐτῆς ποίμνια διϊσχυρίζεται,
σημεῖον οἶμαί που τὸ χρῆμα τιθεὶς τῆς ὁλοτελοῦς ἐρημίας καὶ τοῦ μηδένα κατοικεῖν ἐν αὐτῇ· φύεται μὲν γὰρ οὐκ ἐν ἄστει τὰ ἐν ἀγροῖς. εἰ δὲ δήπου γένοιντο πόαι καὶ ἐν πόλει τυχὸν, ὁμολογία τις ὥσπερ ἐστὶν ἐναργὴς τὸ πραττόμενον τοῦ κένανδρον εἶναι παντελῶς. προστίθησι δὲ καὶ
ἑτέρων σημείων οὐ μετρίαν πληθύν. καταλύσειν γὰρ ἐν 4 αὐτῇ φησὶ πάντα τὰ θηρία τῆς γῆς, χαμαιλέοντάς τε καὶ ἐχίνους ἐν τοῖς φατνώμασι κοιτασθήσεσθαι· καὶ μὴν καὶ ἐν τοῖς διορύγμασι, τουτέστιν, ἢ ἐν βόθροις, ἤγουν καὶ σπηλαίοις τοὺς ἀγρίους ἀναφωνήσειν θῆρας, ἐναυλισθήσεσθαι δὲ καὶ 5 κόρακας τοῖς πυλῶσιν αὐτῆς. ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον, ὡς οὔτ’ ἂν ἐν οἴκοις καταλύσειαν ἐχῖνοι, οὔτε μὴν ἐν μέσῃ πόλει καταυλισθήσονται θῆρες, ἀλλ’ οὐδ’ ἂν ἐμφιλοχωρήσειαν τοῖς πυλῶσιν οἱ νυκτικόρακες, εἰ μὴ πλείστη 6 τις ὅση καὶ ἁνδάνουσα λίαν τοῖς ὧδε φύσεως ἔχουσιν ὑπάρχοι
σχολή. φιλοῦσι γάρ πὼς οἱ θῆρες, καὶ μέντοι τὰ ἕτερα περὶ ὧν ὁ λόγος, οὐκ ἀνθρώποις συναυλίζεσθαι· πόθεν; ἀλλ’ ἧπερ ἂν εἴη πολλή τις ἐρημία, σχολαία τε παντελῶς ἡ δίαιτα, καὶ τῆς ἐρημίας τὸ πλάτος μονονουχὶ πρυτανεύῃ τὴν ἀσφάλειαν, ἔξω τε παντὸς ἀποκομίζει δέους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.