ἐπειδὴ δὲ ἀνεκαίνισε, τότε καὶ εὐφράνθη χριστὸς ἐφ’ ἡμῖν, ὡς ἐν τέρψει, καὶ ὡς ἐν ἡμέρᾳ ἑορτῆς· πῶς γὰρ οὐκ ἔμελλεν ἐπι- γάνυσθαι τοῖς καθ’ ἡμᾶς τὸ θεῖον, ὅτε καὶ ἁμαρτίας ἀπηλ- λάγμεθα, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους γεγόναμεν, καὶ ἐν μεθέξει Πνεύματος καὶ ἁγιασμοῦ. τότε καὶ συνήγαγε τοὺς 3
συντετριμμένους. ὡς γὰρ ὁ σοφὸς γράφει Παῦλος “ Χριστὸς 4 ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ” καὶ αὐτὸς δέ που φησίν “ Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς 5 “ μετάνοιαν.’’ οὐκοῦν συνήγαγεν ὁ Χριστὸς οὓς διὰ τῆς ἁμαρτίας σύντριψας ὁ σατανᾶς παρειμένους ἀπέφηνε, καὶ
βαίνειν ὀρθὰ μὴ εἰδότας, μήτε μὴν τ ἃς τῆς δικαιοσύνης ἰέναι τρίβους· ἀλλ’ εἰ καὶ συνέτριψεν ἐκεῖνος, κατέδησεν ὁ Χριστός. τεθεράπευκε γὰρ τοὺς ἠρρωστηκότας, καὶ “ Αὐτὸς τ ἃς ἀσθε- 6 νείας ἤμων αἴρει, κάτα τὸ γεγραμμένον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.