“θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.’’ ὅτε γὰρ γέγονεν “ ἐν “ μέσῳ” ἡμῶν, τότε τὰς χεῖρας οὐκ ἔτι παρειμένας ἐσχήκαμεν, οὐ γόνατα παραλελυμένα· τετράμμεθα δὲ μᾶλλον ἐπ’ ἔργα 2 τε καὶ πόνους τοὺς ἐπ’ ἀγαθοῖς κατορθώμασι καὶ ὧν εἴρηταί 3 τε καὶ ἔστιν ὁ “ καρπὸς εὐκλεής·’’ τότε καὶ τεθαρσήκαμεν, ὅτι
παναλκὴς ὑπάρχων ὡς Θεὸς ὁ ἐν ἡμῖν Χριστὸς ἐκρύεταί τε καὶ σώζει τοὺς εἰς αὐτὸν πιστεύοντας· κατῴκηκε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, καὶ ταύτην ἐφ’ ἡμᾶς ἐπήγαγε τὴν νοητὴν δηλονότι καὶ ἀξιόληπτον εὐφροσύνην. τί γὰρ ἕτερον ἂν εἴη τὸ μεταλαχεῖν Ἁγίου Πνεύματος, ἢ τέρψις
καὶ χαρὰ καὶ πᾶν εἶδος εὐφροσύνης ; ὅτε τοίνυν ἐπήγαγεν 4 ἐφ’ ἡμᾶς τὴν διὰ Πνεύματος εὐφροσύνην, τότε καὶ ἀνεκαίνισεν ἐν τῇ ἀγαπήσει αὐτοῦ, τουτέστιν, ἐν καιρῷ τῆς ἐπιδημίας 5 τῆς μετὰ σαρκὸς, ὅτε καὶ “ εἷς ὑπὲρ πάντων’’ ἀποθανὼν ἄλφ’ S. Joan. θεύων ἔφασκε “ Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις 2
“ τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ἐπειδὴ δὲ τέθεικε τὴν ψυχὴν, καὶ γέγονεν ἐν νεκροῖς δι’ ἡμᾶς, ζωὴ κατὰ φύσιν ὑπάρχων, ἀνεβίω πάλιν, τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν εἰς καινότητα ζωῆς, καὶ ἀναχαλκεύων εἰς τὸ ἀπ’ ἀρχῆς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.