1 μιμούμενοι. ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Χριστὸς, ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, 2 νενεμήμεθα μὲν ἐν κήποις, κατεποιμάνθημεν δὲ καὶ ἐν κρίνοις, 3 κάτα τὸ γεγραμμένον· εκοιτασθημεν δὲ καὶ ἐν σηκοῖς· ἐνηυλίσμεθα γὰρ ἐκκλησίαις καὶ ναοῖς ἁγίοις, οὐδενὸς ἡμᾶς
4 ἐκδεδιττομένου καὶ διαρπάζοντος, οὐκ ἐπιθρώσκοντος λύκου, Matth. οὐ καταπατοῦντος λέοντος, οὐ κλέπτου διορύττοντος, οὐδενὸς ἡμῖν ἐπιόντος ἔτι, “ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ.” δια- τελοῦμεν δὲ μᾶλλον ἐν ἀσφαλείᾳ καὶ βεβαιότητι, καὶ ἐν μεθέξει παντὸς ἀγαθοῦ, αὐτὸν ἔχοντες ἐπιστάτην τὸν τῶν
5 ὅλων Σωτῆρα, φημὶ Κριστόν. καὶ τοῦτο ἡμῖν διὰ φωνῆς 6 Ἰεζεκιὴλ φανερὸν ἐποιεῖτο λέγων ὁ Θεὸς καὶ Πατήρ “ τάδε “ λέγει κύριος Ἐγὼ σώσω τὰ πρόβατά μου, καὶ κρινῶ “ἄνα μέσον κριοῦ πρὸς κριὸν, καὶ αναστησω ἐπ’ αὐτοὺς “ ποιμένα ἕνα τὸν δοῦλόν μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν
“ ποιμήν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.