ἀδρανῶς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι. τετάχατο γὰρ ἐκ νόμου καθηγεῖσθαι λαῶν, διά τοι τὸ τετιμῆσθαι τοῖς τῆς ἱερωσύνης πρεσβείοις . οὔκουν ἦσαν μὲν ἦσαν ποιμένες, 1 μισθωτοὶ δὲ ὅμως, καὶ οἷον ἀλλοτρίοις ἐφεστηκότες θρέμμασιν, ἐθεώρουν τὸν λύκον ἐρχόμενον, καὶ ἠφίεσαν τὰ πρόβατα, 2
κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ λίαν ἠφειδηκότες τῶν λογικῶν θρεμμάτων καὶ θηρσὶν ἀνέντες αὐτὰ, ἁλοῖεν ἃν, μᾶλλον δὲ αὐτοὶ γεγονότες λύκοι, κατίδοι τις ἃν εὐκόλως ἀπό γε τῶν εἰρημένων διὰ φωνῆς προφητῶν. ὁ μὲν γὰρ ἔφασκεν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Ὤ οἱ ποιμένες, 3
“ οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς “ αὐτῶν,’’ ἕτερος δὲ αὖ “Τάδε λέγει κύριος κύριος ἃ οἱ 4 “ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς ; οὐχὶ
“ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε,
“ καὶ τὰ πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐν- “ ἰσχύσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ “ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζη- 5 “τήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ δι- “ἐσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ “ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ “τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ” καὶ πρὸς αὐτοὺς δέ που φησὶ 6 τοὺς ποιμένας “ Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἅ
“ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμέλοντο· καὶ οἱ “ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς κύριος, καὶ πεπλου- “ τήκαμεν.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.