ἄφεσις γέγονεν ἐπὶ πάντας τοὺς πεπιστευκότας, ἐνδοιάσειεν 1 ἂν οὐδείς. δεδικαιώμεθα γὰρ “οὐκ ἐξ ἔργων δικαιοσύνης “ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος.᾿ ἀπηλλάγμεθα δὲ καὶ αἰσχύνης· ἔφη γάρ που πρὸς ἡμᾶς 2 ὁ τὴν πίστιν τετιμηκώς “Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης·
3 “μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης.” ἀνεκόμισε γὰρ ἡμᾶς εἰς παρρησίαν, ὁ δι’ ἡμᾶς ἐν νεκροῖς, καὶ ὑπὲρ ἡμῶν εἰς οὐρανὸν, ἐν ὄψει Πατρός. πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη Χριστὸς, 4 “νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ.’’ οὐκοῦν περιεῖλε μὲν τὰς ἁπάντων αἰτίας, καὶ πταισμάτων ἀπήλλαξεν αἰσχύνης
τε καὶ ἐντροπῆς τοὺς πεπιστευκότας. εἴρηται δὲ παρ’ αὐτοῦ καὶ τῷ πάλαι καταδυναστεύσαντι σατανᾷ Ὅτι περιελῶ ἀπὸ σοῦ τ‘ὶ φαυλίσματα τῆς ὕβρεως σου καὶ οὐκ ἔτι 5 μὴ προσθῃς του μεγαλαυχησαι ἐπὶ τὸ ὄρος τὸ αγιον μου. εκφαυλιεῖ γὰρ οὐκέτι τοὺς ἐπὶ τῆς γῆς, ὡς πολὺ νοσοῦντας
τὸ ἄναλκι, ἀλλ’ οὐδὲ ὑβριεῖ τοὺς ἡγιασμένους, κατασείων εὐκόλως εἴς γε τὸ αὐτῷ δοκοῦν. παρώχηκε γὰρ τὰ ἀρχαῖα, καὶ μετακεχώρηκεν εἰς καινότητα τῶν πραγμάτων ἡ φύσις, 6 ἀναστοιχειοῦντος εἰς τοῦτο αὐτὰ τοῦ Χριστοῦ, καὶ εὐσθενὲς μὲν ἀποτελοῦντος εὖ μάλα τὸ ἄρρωστον, κρατύνοντος δὲ πρὸς εὐσέβειαν τὸ ταῖς ἁμαρτίαις εὐάλωτον, καὶ ἑδραῖον ἀποτελοῦντος τὸ σεσαλευμένον. οὐκοῦν περιῄρηται τὰ φαυλέσματα 7
τῆς ὕβρεως, δηλονότι τῆς διαβολικῆς, καὶ οὐκ ἃν ἔτι φρονήσειε μέγα κατὰ τοῦ ὄρους του αυιου, τουτέστι τῆς νοητῆς Σιῶν, “ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος.” τεθεμελίωται 8 λίωται γὰρ ἐπὶ τὴν “πέτραν· καὶ πύλαι ᾅδου οὐ καταισχύσουσιν S.Matth. αὐτῆς. ὄρος δὲ τὴν Εκκλησιαν καὶ ὁ προφήτης ἡμῖν Ἡσαΐας ὠνόμαζε, λέγων “Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις 9 “ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ “ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν “βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται 10 ἔθνη πολλὰ καὶ ἐροῦσι Δεῦτε καὶ ἀναβῶμεν εἰς
“τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼρ, καὶ “ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν “αὐτῇ.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.