Θεός. δεῖ δὲ, οἶμαι, λεπτὸν τοῖς λεγομένοις ἐνιέναι τὸν νοῦν, ἀσύγχυτον γὰρ οὕτως τὴν ἐν αὐτοῖς θεωρίαν εὑρήσομεν. οὐκοῦν πλημμελημάτων μὲν ἀμνηστίαν, καὶ τῶν πάλαι διετε 1 2 πταισμένων τὴν ἄφεσιν τοῖς ἐξ Ἰσραὴλ ἐπαγγέλλεται, διαβεβαιούμενός τε καὶ λέγων, ὡς οὐκ ἂν ἔτι καταισχυνθείν διὰ τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς πάλαι γεγενημένας εἰς Θεὸν δυσσεβείας· ἀπειλεῖ δὲ ὥσπερ τῷ Βαβυλωνίῳ καί φησιν, ὡς οὐκ ἂν ἔτι φρονήσειε μέγα, τὴν ἁγίαν καὶ ἀνακειμένην αὐτῷ
καταδῃώσας πόλιν, τουτέστι τὴν Σιῶν, ἢν καὶ ὄρος ἀποκαλεῖ. μετὰ γάρ τοι τὴν ἐπάνοδον, τὴν ἀπό γε τῆς αἰχμαλωσίας 3 φημὶ, μεμένηκεν ἀπόρθητος ἡ Ἱερουσαλὴμ, καὶ λοιπὸν ἀπείρατος ἔτι τῆς Βαβυλωνίων ἀπανθρωπίας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.