1 εἰς τὸ χριστοῦ μυστήριον. ἔφασκε γὰρ διά γε τῶν ἤδη προανεγνωσμένων Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ημεραν αναστασεως μου εἰς μαρτυριον· διοτι τὸ κριμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ 2 αὐτοὺς πασαν ὀργὴν θύμου μου. ἀνεβίω μὲν γὰρ ὁ Χριστος,
σκυλεύσας τὸν ᾅδην, καθότι οὐκ ἦν δυνατὸν, ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. οὐκ ἠφίει γεμὴν ὑπὸ χεῖρας ἔτι διαβολικὰς 3 τοὺς τὴν εἰς αὐτὸν πίστιν προσιε μένους· ἀλλ’ ὅσιον καὶ θεοπρεπὲς ποιεῖται τὸ κρῖμα συναγωγὰς ἐθνῶν, τουτέστι, τὰς
τῶν δαιμόνων ἀγέλας, καὶ αὐτοὺς δὲ τοὺς κεκρατηκότας ποτὲ καὶ τῶν πλανωμένων βεβασιλευκότας οἷον εἰσδεχόμενός τε καὶ κατακλείων, καὶ εἰς αὐτὸ καθιεὶς τὸ κατωτάτω βάραθρον, τουτέστιν, εἰς ᾅδου, καὶ πᾶσαν ἐπ’ αὐτοὺς ἐκχέων ὀργὴν, καὶ μονονουχὶ πυρὶ καταφλέγων, τῆ ἀρρήτῳ καὶ θείᾳ
δυνάμει, καὶ ζήλῳ μεγάλῳ κεκινημένος. μένος. ὠργίσθη μὲν γὰρ 4 αὐτὸς ὀλίγα, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· “ αὐτοὶ δὲ συν “ ἐπέθεντο εἰς κακὰ, ὅλην εἰσάπαξ ἀφιστάντες Θεοῦ τὴν ὑπ’ οὐρανὸν, καὶ τοῖς τῆς ἁμαρτίας τελέσμασι τὸν τῶν ὑπὸ χεῖρα καταπνίγοντες νοῦν. ἐζήλωσε τοίνυν ὁ τοῦ Θεοῦ
5 Λόγος τὴν νοητὴν Σιῶν, τουτέστι τὴν Ἐκκλησίαν. ἐξείλετο γὰρ αὐτὴν, καὶ αὐτὸς “ ἑαυτῷ παρέστησεν,’’ ὡς ὁ μακάριος 6 γράφει Παῦλος, “ μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ἤ τι τῶν “ τοιούτων, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.