ὥστε καὶ εἰσδέξασθαι βασιλεῖς· δῆλον δὲ ὅτι τοὺς ὠνομασμένους· κολάσαι δι’ αὐτῶν καὶ σθμαγωγὰς ἐθνῶν, πολὺ λίαν ἡττωμένας τῆς ἐκείνων χειρός τε καὶ εὐσθενείας, καὶ πάντα 1 τρόπον ὑπομενούσας ὠμότητος· ἐκχεῶ γὰρ ἐπ’ αὐτούς φησι πᾶσαν ὀργὴν θυμοῦ μου. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς οὐ μετρίοις
κινήμασι τὰ μεγάλα καὶ ὑπερφερῆ τῶν πλημμελημάτων κολάζει Θεός· ἀλλ’ οἷς ἄν τις ἁλοίη πλημμελῶν, ἐπιφέρει πάντως ἰσοπαλεῖς τὰς δίκας. ὅτι δὲ ἐμ́ελλον μοἵν’ 2 νονουχὶ καταπίμπρασθαι τὰ Χαλδαίων πράγματα, διεσάφει λέγων Ὅτι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. 3 καὶ ποῖος ὁ ζῆλος ἢ ἐπὶ τίσιν ὅλως, σαφηνιεῖ λέγων ὁ προφήτης 4 φήτης Σαχαρίας “ Τάδε λέγει κύριος Παντοκράτωρ Ἐζψ “ λωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, καὶ
“ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέ- “ μένα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέ- “ θέντο εἰς κακά.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.