“πιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ “χοῦν λείξουσιν.’’ ὁμολογεῖ ’δε που καὶ ἡ ἐν τῷ ᾄσματι 5 τῶν ᾀσμάτων ἀνατυπουμένη νύμφη μέλαινά τε εἶναι καὶ καλή. οὐκοῦν Αἰθίοπας νοητέον τοὺς οἱονεὶ σκοτεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τοὺς οὔπω κατηυγασμένους,
καὶ τὸ θεῖον οὐκ ἔχοντας φῶς. ἁλλ’ οἱ μὲν προσπίπτοντες 6 Χριστῷ, καθάπερ ἀμέλει καὶ ἡ νύμφη, καταλαμπρύνονται παρ’ αὐτοῦ, διακεκράγασι γὰρ εὐχόμενοι 7 “Καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς· οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ
μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται μὲν τὰς τοῦ δράκοντος κεφαλάς· τροφὴ γὰρ αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης· ὑποκείσονται δὲ τῆ ῥομφαίᾳ. πρέπειν δὲ οἶμαι μάλιστα τοῦ λόγου τὴν δύναμιν τοῖς ἀκαθάρτοις πνεύμασιν, ἃ τετραυμάτικεν ὁ Χριστὸς, τῆς καθ’ ἡμῶν τυραννίδος ἐκβεβληκὼς,
συνανελὼν δὲ αὐτοῖς τὸν τοῦ σκότους πατέρα, τὸν ἁπάσης 8 ἁμαρτίας εὑρετὴν, τὸν κατασκοτίζοντα “τὰ νοήματα τῶν “ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγ- “γελίου τῆς δόξης τοῦ Χριστοῦ.” καὶ τοῦτο οἶμαί ἐστιν 9 ὃ καὶ αὐτὸς ὁ σοφὸς ἡμῖν εἴρηκεν Ἡσαΐας “Καὶ ἔστα ἐν
“τῇ ἡμέρᾳ ἐκείνη, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν., “τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν “τὸν σκολιὸν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, καὶ “ἀνελεῖ τὸν δράκοντα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.