τῷ Ἰσραὴλ καὶ κατὰ τῆς θείας δόξης πεφλυαρηκότος. μέτεισι τοίνυν ἐξ Ἰδουμαίων καὶ Ἀμμανιτῶν ἐπὶ τοὺς Αἰθίοπας, 1 ἣ τοὺς πρὸς ἠοῖ καὶ νότῳ κειμένους, καὶ τῆς Περσῶν γῆς τὴν ἀγχιτέρμονα κατοικοῦντας χώραν· ἤγουν Αἰγυπτίους ὡς ὁμόρους ὄντας καὶ γείτονας τοῖς ἐξ Ἰσραήλ· Αἰθιοπίας δὲ
μοῖρα καὶ τῶν Αἰγυπτίων ἡ γῆ· καὶ γοῦν ποταμοὺς Αἰθιοπίας ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τοὺς τῆς Αἰγυπτίων. πίνουσι γὰρ καὶ αὐτοὶ τὸν Γηὼν, περὶ οὗ φησιν ἡ γραφή “Οὗτός ἐστιν ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.’’ ἔσεσθε 2 τοίνυν καὶ ὑμεῖς Αἰθίοπες τῆς ἐρῆς τραυματίαι ῥομφαίας.
ἑαυτοῦ ’δε φησι ῥομφαίαν τὴν τῶν Ἰουδαίων, ὡς αὐτὸς ἐπάγων 3 αὐτὴν τοῖς ἀνοσίως πεπραχόσιν εἴς τε τὴν αὐτοῦ δόξαν, ὡς ἔφην, καὶ μέντοι τὸν Ἰσραήλ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.