νασσῆς, γεγονὼς ἐξ αὐτοῦ, ὃς ἦν οὕτω δυσσεβὴς, ὡς μηδένα τρόπον φαυλότητος ἀνεπιτήδευτον ἐᾶν. γέγραπται δὲ οὕτως περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Καὶ ἐποίησε τὸ 1 πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατά τὰ βδελύγματα “ἐθνῶν ὧν ἐξῆρε κύριος ἀπὸ προσώπου τῶν υἱῶν
“καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῆ “Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ “λεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῆ δυνάμει τοῦ καὶ ἐδούλευσεν αὐτοῖς· καὶ ᾠκοδόμησε θυσιαστήριον
“ἐν οἴκῳ Κυρίου, ᾧ εἶπεν Ἐν Ἱερουσαλὴμ θήσω μου, καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ 2 οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου, καὶ διήγαγε “τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ καὶ ἐποίησε θελητὴν, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ
“πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν. “ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε “πρὸς Δαυεὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ Ἐν “ οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλὴμ ἧ ἐξελεξάμην ἐκ “φυλῶν Ἰσραὴλ καὶ θήσοι τὸ ὄνομά μου ἐκεῖ εἰς
“αἰῶνα.” αἰῶνα. ταῦτα δρῶντος ἀνοσίως τοῦ Μανασσῆ ἠγανάκτει, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς Ἰεροσολήμοις ἐποίσειν ἤδη τὰ ἐξ ὀργῆς ἠπείλει σαφῶς. γέγραπται δὲ οὕτω πάλιν “Καὶ ἐλάλησε κύριος ἐν χειρὶ δούλων αὐτοῦ 3 4 “ τῶν προφητῶν λέγων Ἀνθ᾿ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ “ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ “ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἐμπροσθὲν, καὶ ἐξή᾿ “ μαρτε καί γε Ἰούδας ἐν τοῖς εἰδώλοις αὐτῶν, οὐχ οὕτω “ τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Ἴδου ἐγὼ φέρω κακὰ
“ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν ὥστε παντὸς ἀκούοντος αὐτὰ, 5 “ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερου “ σαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου “ Ἀχαὰβ, καὶ ἀπαλείψω τὴν Ἰερουσαλὴμ, καθὼς ἀπαλεί- “ φεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται
“ ἐνώπιον αὐτῶν, καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρο- “ νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐ- “ τῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι “ τοῖς ἐχθροῖς αὐτῶν, ἀνθ᾿ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν “ ὀφθαλμοῖς μου.” καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἐποίσειν οὐκ εἰς
μακρὰν τοῖς κατοικοῦσι τὴν Ἱερουσαλὴμ, ἐπηπείλει Θεός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.