ἀπεβίω, βεβασίλευκεν Ἰωσίας, υἱὸς μὲν αὐτοῦ, πλὴν τὴν 1 Ἐζεκίου ζηλώσας φιλοθεΐαν, καὶ τῶν ἐκείνου τρόπων ἄριστος ἐραστής καθεῖλε μὲν γὰρ βωμοὺς καὶ τεμένη, τὸν δὲ δὴ θεῖον ναὸν καθαρὸν ἀποφήνας τῶν Μανασσῆ βδελυγμάτων, τὰ συνήθη δρᾶν εἰς δόξαν Θεοῦ τοὺς κατὰ νόμον ἱερουργοὺς
ἐκέλευεν· ἐνέπρησε πρὸς τούτῳ τοῦ ἡλίου τὸ ἅρμα, ἐξήλασε τῶν Ἱεροσολύμων ψευδομάντεις, οἰωνοσκόπους, καὶ τερατo- 2 λόγους, καὶ μέντοι καὶ γνώστας· οὐκ εὐαρίθμητόν τε τῶν τεμενιτῶν ἀποσφάξας πληθὺν, ἐν τοῖς τῶν εἰδώλων κατέκαυσε βωμοῖς· ἀνέτρεψέ τε τὸ θυσιαστήριον τῶν δαμάλεων τὸ ἐν Βαιθὴλ, ὃ πεποίηκεν Ἱεροβοάμ. ἐπειδὴ δὲ ἦν φιλόθεος 3
οὕτω καὶ ἀγαθὸς, ἀνεβάλετο τὴν ὀργὴν, καὶ οὐδὲν ἐπήγαγε τῶν προεπηγγελμένων ὁ Θεός. ἐπειδὴ δὲ ἀπεβίω καὶ Ἰωσίας, βεβασίλευκεν Ἰωάχαζ, ὃν ἐχειρώσατο Φαραὼ Νεχαὼ καὶ δέσμιον ἐποιήσατο, τῇ τῆς βασιλείας στεφανώσας τιμῇ τὸν Ιεχονίαν, Ἰωσίου πάλιν υἱὸν δεύτερον, οὗ δὴ βασιλεύοντος
κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς πᾶσαν καταδῃώσας τὴν χώραν εἷλε τε τὰ Ἱεροσόλυμα, καὶ τὸν θεῖον ἐμπρήσας ναὸν, ὁμοῦ τοῖς ἱεροῖς σκεύεσι δορίληπτον τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. εἰδέναι 4 δὲ ἀναγκαῖον, ὅτι καὶ τὰς τῶν ἀλλοφύλων πόλεις, τὰς πρὸς
τῇ θαλάττῃ κειμένας, Γάζαν τέ φημι καὶ Ἀσκάλωνα καὶ ἑτέρας σὺν αὐταῖς, Ἰδουμαίους τε καὶ Ἀμμανίτας, ἡ τοῦ Βαβυλωνίου σκαιότης συντέτριφε τε καὶ διέθηκε κακῶς. διαμέμνηται γὰρ καὶ τούτου τῆς προφητείας ὁ λόγος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.