Θεὸς, ποιώμεθα τὴν μετάγνωσιν, προσάγωμεν ἱκετείας, ἀνα- 1 φωνῶμεν δεδακρυμένοι “Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας “μου μὴ μνησθῇς,” συνάπτωμεν ἑαυτοὺς δι’ ἁγιασμοῦ καὶ 2 νήψεως· σκεπασθησόμεθα γὰρ οὕτως ἐν ἡμέρᾳ ὀργῆς, καὶ τὴν ἐκ τῶν πταισμάτων κηλῖδα διανιψόμεθα πρὸ τοῦ ἐπελθεῖν
ἐφ’ ἡμᾶς ἡμέραν θυμοῦ κυροῦ. ἥξει γὰρ ἥξει κατὰ καιροὺς ἐξ οὐρανῶν ὁ κριτὴς, ἀποδώσει τε ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.