εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα, οὐκ εὐκόλως προσιέμεθα τὸ 1 κἂν γοῦν ἑλέσθαι μετανοεῖν, συνωθεῖ δὲ πολλάκις εἰς τοῦτο καὶ οὐχ ἑκόντας τὸ δεῖμα. καλεῖ τοίνυν εἰς οἰκειότητα τὴν 2 πρὸς αὐτόν. ὥσπερ γὰρ αὐτοὺς ἀποστῆναί φαμεν, καὶ ἀλλοτρίους γενέσθαι, λελατρευκότας εἰδώλοις, καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιδόντας τὸν νοῦν· οὕτω πάλιν ἀνόπιν ὥσπερ ἰέναι νοήσομεν, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐπιδράττεσθαι, προσκυνεῖν ἑλομένους αὐτῷ δὴ καὶ μόνῳ, καὶ τοῖς παρ’ αὐτοῦ
3 παρακολουθεῖν θεσπίσμασιν. ἔθνος γεμὴν ἀπαίδευτον τὸ ἐξ Ισραὴλ ὀνομάζει γένος, ὡς καὶ αὐτὴν ἀτιμάζον τὴν ἀρχαίαν ἐντολὴν, καὶ διωθούμενον ἀνοσίως τὸν παιδαγωγοῦντα νόμον καὶ πρὸς πᾶν εἶδος ἐπιεικείας ἀποκομίζειν δυνάμενον. ἀπειλεῖ δὲ πάλιν, ὡς εἰ μὴ συνδεθεῖεν αὐτῷ, κατά γε τοὺς ἀρτίως
ἡμῖν εἰρημένους τρόπους, διοίσουσι μὲν κατ’ οὐδὲν ἀνθέων τῶν ἐν ἀγροῖς, ἃ σαθρά τε ἐστὶ καὶ εὐμάραντα, ὑποπεσοῦνται δὲ πάντως τοῖς ἐξ ὀργῆς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.