2 καὶ αὐτὸς βωμοὺς καὶ τεμένη καὶ τὰ χειρόκμητα· κατέσφαξε τοὺς ἱερουργοὺς, ψευδομάντεις, οἰωνοσκόπους. ἔοικε δὲ ὁ Προφήτης οὐχὶ δὴ πάντως τὰ ἐνεστηκότα δηλοῦν, καὶ περὶ τῶν ἤδη πεπραγμένων ποιεῖσθαι τοὺς λόγους, προαγγέλλειν δὲ μᾶλλον, ὡς ἔσται ταῦτα κατὰ καιροὺς, ἃ δὴ καὶ τετέλεσται
διὰ τοῦ Ναβουχοδονόσορ, οὐκ εἰς δόξαν δρῶντος Θεοῦ· πῶς γὰρ ἢ πόθεν, ὅς γε καὶ τὸν θεῖον ἐνέπρησε ναόν; ἀνελόντος δὲ μᾶλλον καὶ κατεμπρήσαντος ὁμοῦ τοῖς εἰδώλοις τοὺς 3 προσκυνοῦντας αὐτά.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.