τὴν ἑαυτοῦ χεῖρά φησιν, οἱονεὶ καταδραττομένην καὶ πλήττουσαν, καὶ ὑποτιθεῖσαν αὐτοὺς τοῖς ὅσον οὐδέπω προσδοκωμένοις, μέλλουσί τε καταδῃοῦν καὶ τῆς ἐνεγκούσης ἀποκομίζειν αὐτοὺς τοῖς τῆς δουλείας βρόχοις ἐνειλημμένους. ἀπογυμνοῖ δὲ δὴ τὰ ἐγκλήματα, καὶ ἐκ μέσου μὲν ἔσεσθαί
φησι τὰ ἀνόματα τῶν Βάαλ, οἰχήσεσθαι δὲ σὺν αὐτοῖς τὰ 2 τῶν ἱερέων. καὶ ὅτι μὲν πολλὴ παρ’ αὐτοῖς ἡ τῶν σεβασμάτων πληθὺς, καὶ διάφορος ὁ τῆς πλανήσεως τρόπος, διὰ τούτου σημαίνει. ὅτι δὲ τῷ πολέμω δαπανηθήσονται, καὶ ὀλιγανδρίας εἰς τοῦτο τὰ τῶν Ἰουδαίων ἔθνη περιστήσεται,
ὡς μὴ εἶναι τάχα που τοὺς ὀνομάζοντας τὴν Βάαλ, ἤγουν τοῖς τῶν εἰδώλων τεμένεσι προσιζῆσαι δυναμένους, ὑπεσήμηνεν εὐφυῶς, ἐξαρθήσεσθαι λέγων τὰ ἀνόματα τῶν εἰδώλων αὐτῶν, καὶ μέντοι τῶν ἱερέων. τὰ δὲ ἀνόματά φησιν ἀντὶ τοῦ 3 τὰς μνήμας, ἤγουν τὰς δόξας. οὕτω γὰρ αὐτὸ καὶ ὁ σοφώτατος Σολομὼν διερμηνεύει λέγων ℵ “Αἱρετὸν ὄνομα καλὸν, ἢ 4 πλοῦτος πολύς.’’ ὁμοῦ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ὀνόμασι τῶν Βααλεὶμ ὀλοθρευθήσεσθαι λέγει τοὺς προσκυνοῦντας ἐπὶ τὰ
δώματα· εἶεν δ’ ἃν οὗτοι πάλιν οἱ σελήνη καὶ ἄρκτῳ καὶ τῃ λοιπῇ στρατιᾷ τοῦ οὐρανοῦ προσκυνεῖν εἰωθότες. ἐξαρῶ δέ φησιν ὁμοίως καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν και τοὺς εκκλινοντας ἀπο τοῦ κυροῦ. ἔθος γὰρ ἦν τῶν πεπλανημένων τισὶν ὅρκιον ποιεῖσθαι τὸν οὐρανὸν, καὶ κατευρύνειν
ευρύνειν ἐπ’ αὐτῷ τὴν γλῶτταν· φιλοτιμότατα δὲ ὥσπερ ἀναφωνεῖν Νὴ τὸν βασιλέα καὶ δεσπότην ἥλιον. οἷς ἀνάγκη τοῦτο δρᾶν ᾑρημένοις καὶ ἀποφοιτᾶν ἀγρίως τῆς εἰς Θεὸν 5 ἀγάπης, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Κύρων τὸν 6 “Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,
“ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.’’ καὶ γοῦν ὁ προφήτης προσμαρτυρεῖ ποτε τοῖς ἐξ Ἰσραὴλ τῆς διὰ Μωυσέως ἐντολῆς τὴν τήρησιν, ἔφασκέ τε πρὸς Θεὸν, τῆς ἐπ’ αὐτοῖς ἀποφέρων ὀργῆς “Ζῇ κύριος λέγουσιν.’’ οἱ ’δε γε μὴ 7 ζητοῦντες τὸν Κῦρον, μήτε μὴν ἀντέχεσθαι μελετῶντες αὐτοῦ,
τοῦ, νοοῖντ’ ἃν εἰκότως οἱ φαύλην τε καὶ ἀσχήμονα διαβιοῦντες ζωὴν, καὶ τὴν ἔξω νόμου πολιτείαν ἐκτετιμηκότες. 8 ζητεῖται γὰρ παρ’ ἡμῶν ὁ τῶν ὅλων Θεὸς οὐχὶ μᾶλλον τοπικῶς, ἀλλ’ οἶμαι πραγματικῶς, διὰ γνώσεως ἀληθοῦς, καὶ τὸ ἀνεπίπληκτον ἐχούσης ἐφ’ ἑαυτῇ, διὰ πίστεως καὶ 9 ἐπιεικείας, καὶ τῆς εἰς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμασμένων καὶ ἁνδανόντων αὐτῷ σπουδῆς τε καὶ προθυμίας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.