2 θεῖος προσπεφώνηκε λόγος “Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ 3 “Ὑψίστου πάντες, ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε.” τῶν γὰρ ἁγίων ἀνθρώπινος μὲν οὐκ ἔτι, θειότερος δὲ μᾶλλον καὶ πνευματικὸς ὁ βίος· εἴπερ ἐστὶν ἀληθὲς, ὡς περιπατοῦσι 4
μὲν ἐν σαρκὶ, ζῶσι δὲ οὐ κατὰ σάρκα, κατὰ τὸ γεγραμμένον· ἔχουσι δὲ μᾶλλον ἐν οὐρανοῖς τὸ πολίτευμα· κτήνη δὲ αὖ τοὺς ἀμαθίᾳ πολλῇ συζῆν εἰωθότας, καὶ νωθεῖς τὴν φρένα, περὶ ὧν φησί διὰ φωνῆς τοῦ Δαυείδ “Ἄνθρωπος ἐν τιμῇ 5 ῾ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις 6
“καὶ ὡμοιώθη αὐτοῖς·” προσεπιτάττει δὲ λέγων “Μὴ γί- 7 “νεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.” δὲ δὴ λογιούμεθα τοὺς ἐπηρμένην τε καὶ οἱονεὶ μετέωρον ἔχοντας φρένα, καὶ ὑψοῦ μὲν φέρεσθαι μεμελετηκότα τὸν νοῦν, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι παραιτούμενον. τοιουτοσι 8
ουτοσὶ δε πὼς ὁ ἀλαζὼν, καὶ τοῖς τῆς θεομισοῦς ὑπεροψίας ἐγκλήμασιν ὁλοτρόπως ἐνισχημένος. μένος. ἐκδέξῃ δὲ καὶ ἰχθῦς τὴν ἀλογωτάτην πληθύν· ἀφωνότατα δὲ τῶν ἰχθύων τὰ γένη· τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ, οἳ καθάπερ θαλάττῃ τινὶ τῇ τοῦ 9 βίου τύρβῃ περιχεόμενοι, καὶ τὴν ἁλμυράν τε καὶ πικρὰν
τῶν ἐν αὐτῇ πραγμάτων ἡδονὴν τρεφόμενοι, τοῖς τοῦ θανάτου τετήρηνται λίνοις, ὄλεθρον ἔχοντες τοῦ βίου τὸ πέρας. οὗτοι δὴ οὖν ἐκλείψουσι, ποινὴν ἐπ’ αὐτοὺς ἱέντος Θεοῦ, καὶ κολάζειν ᾑρημένου λοιπὸν ὡς ἀσελγῆ καὶ ἀκόλαστον τρίβοντας βίον, καὶ παρότρυνε ἱν αὐτὸν οὐ παραιτουμένους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.