ἀναπείθει τοὺς ἀκροωμένους, ὡς οὐδενὸς τὸ παράπαν 2 ἔσται φειδώ· ἀλλ’ ὥσπερ νεὼς ὁμοῦ τοῖς πλωτῆρσι βεβαπτισμένης, οὐδὲν ἀπομένει λείψανον· οὕτω, φησὶν, ἁλούσης τῆς Ἰουδαίας, οὐδὲν ἔσται τὸ σωζόμενον, οὐκ ἄνθρωπος, οὐ κτήνη, οὐ πτηνὸν, οὐ νηκτόν. ἐπειδὴ δὲ ἦν καὶ σφόδρα εἰκὸς
εἶναί τινας ἐν αὐτῇ καὶ ζῶντας ἐννόμως, εὐφυᾶ τε καὶ ἀξιάγαστον ἐπησκηκότας τὴν πολιτείαν, ἵνα μὴ φαίνοιτο κατὰ πάντων ἁπλῶς καὶ ἀδιακρίτως ἱεὶς τὴν ὀργὴν, καὶ συναπολλύων μὲν τῷ ἀδίκῳ τὸν δίκαιον, τοῖς δὲ βεβήλοις καὶ ἀσεβέσι συγκαταφθείρων τὸν εὐσεβῆ, ταύτῃτοι καθίστη-
3 σιν ἐναργεῖς, καθ’ ὧν ἂν ἴοι τὰ ἐξ ὀργῆς. ἔφη γὰρ ὅτι Καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους απο προσώπου τῆς γῆς. καὶ ἀσθενησουσι μὲν ὑπὸ χεῖρα πίπτοντες ἐξαιρονται δὲ αὖ ἢ τεθνεῶτες καὶ ῥομφαίας ἔργον γεγενημένοι, ἤγουν ἀποκομισθέντες αἰχμάλωτοι καὶ τοῖς ᾑρηκόσι
δουλεύοντες.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.