παρὰ Θεοῦ καὶ διὰ τούτου πεπιστευκώς. οὐκ ἀπίθανον δὲ τὸ χρῆμα φαίη τις ἂν, εἴπερ ὧδε ἔχει, καὶ οὐκ ἔξω 1 τοῦ λόγου τοῦ πρέποντος νοοῖτ’ ἂν εἰκότως, τὸ καὶ ἐν μνήμῃ γενέσθαι τῆ παρὰ Θεῷ, καὶ ἐν προρρήσει τετιμῆσθαι προφητικῇ βασιλέα τὸν εὐσεβέστατον. πλείστων γὰρ ὅσων ἐποιήσατο
μνήμην καὶ προαναφώνησιν κατὰ καιροὺς τῶν ἁγίων 2 προφητῶν ὁ λόγος, καθάπερ ἀμέλει καὶ Ἰωσίου καὶ ἑτέρων τινῶν. ἔσθ’ ὅτε δὲ καὶ ἡ τῶν καιρῶν ἡμερότης καὶ εὐσέβεια διὰ τῶν ἐν αὐτοῖς κρατούντων σημαίνεται. οὐδὲν οὖν ἄρα τὸ ἀπεικὸς, εἰ διαμέμνηται καὶ νῦν ὁ Προφήτης Ζαχαρίας
3 ἀξιολογωτάτου πράγματος, καὶ θεοφιλοῦς ἀληθῶς καὶ βάσι· λείας εὐσεβοῦς, καὶ καιρῶν ἀνακειμένων τῆ εἰς Χριστὸν ἀγάπῃ. τὸ γὰρ δὴ καὶ βασιλέων ἵπποις ἐμπρέπειν τὸν ἧλον 4 ἀπὸ τοῦ τιμίου ληφθέντα σταυροῦ, τί ἃν ἕτερον ἡμῖν ὑπεμφήνειεν ἂν, ἢ πλείστην ὅσην καὶ ἀξιάγαστον ἀληθῶς τῶν κρατούντων εὐσέβειαν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.