εἰρήνης τὴν ἁγίαν στεφανούσης πόλιν, τουτέστι τὴν Εκκλησίαν, ἀπρακτήσειν ἤδη φησὶ τοῦ πολέμου τὰ σκεύη, φάλαρά τε καὶ ἐπιχάλινα. τίνος γὰρ ὅλως ὁ ἱπποκράτης τοιούτου ἕξει χρείαν, ἀριστεύειν εἰδὼς ἐν μάχαις, εἰ μηδεὶς ὅλως ὁ ἀντεξάγων ἐστίν ; οὐκοῦν ἱερὰ, φησὶν, ἔσται σκεύη καὶ ἀναθήματα 1
θήματα τῷ Θεῷ, τὰ τοῖς πολεμοῦσι χρήσιμα. ἐπειδὴ γὰρ αὐτός ἐστι τῆς εἰρήνης ὁ βραβευτὴς, αὐτῷ δὴ δικαίως καὶ ἀνακείσεται περιττά τε ἤδη καὶ ἀπρακτοῦντα λοιπὸν τοῦ πολέμου τὰ σκεύη. ὥσπερ γὰρ ὁ μακάριος προφήτης Ἡσαΐας ἔφη περί τινων, ὅτι “ συγκόψουσι τὰς μαχαίρας 2
“ αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ “ οὐ μὴ ἄρη ἔθνος ἐπ’ ἕθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι 3 4 " πολεμεῖν,” τῶν τῆς εἰρήνης καιρῶν μονονουχὶ καὶ ἀναπει- θόντων αὐτοὺς τῇ τῆς γεωπονίας χρείᾳ χαρίζεσθαι τὰ πολε- μικὰ, καὶ εἰς ἑτέρας δὲ ὥσπερ μετατρέχειν σπουδὰς, τῆς τῶν τακτικῶν μελέτης ἠφειδηκότας· οὕτω καὶ ὁ θεσπέσιος Ζαχαρίας, ὡς ἀρρήκτου λοιπὸν τῆς εἰρήνης δοθείσης παρὰ Θεοῦ,
τὰ τοῖς μαχομένοις χρήσιμα σκεύη μεταπλασθήσεσθαί φησιν εἰς ἀνάθημα τῷ Θεῷ. ἀργήσει γὰρ πάντως τὸ μάχιμον, οὐχ ἵππου πεφροντικὸς, οὐ χαλινῶν, οὐ φαλάρων, μετανεῦον δὲ 5 μᾶλλον εἴς γε τὸ ἑλέσθαι δεῖν τοῖς εἰς ἀρετὴν καὶ θεοσέβειαν διαπρέπειν σπουδάσμασι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.