τῶν πάλαι κρατούντων σκαιότητος ἀλογήσαντες. ἑορτάζομεν δὲ τὴν ἀληθῆ τῆς σκηνοπηγίας ἑορτὴν, τουτέστι τὴν 1 ἡμέραν τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτε τὰ πάντων ἐν αὐτῷ μονονουχὶ πέπηκται σώματα, καίτοι λελυμένα τῇ 2 φθορᾷ καὶ θανάτῳ κεκρατημένα. αὐτὸς γάρ ἐστιν ἢ ἀνάστασις,
αὐτὸς ἡ ζωὴ, πρωτόλειον ὥσπερ ἐκ νεκρῶν καὶ 3 “ἀπαρχὴ τῶν κεκοιμημένων·” ὁ νοηταῖς ἡμᾶς εὐκαρπίαις καταπιμπλὰς, καὶ οἷον τοὺς ἐξ ἀγρῶν συλλεγέντας πόνους 4 ἐνσωρεύειν ἀποθήκαις ταῖς ἄνω παρασκευάζων. αὐτὸς ἡμῖν ἀποδώσει τὴν ἐν παραδείσῳ δίαιταν καὶ τρυφὴν, δῆλον δὲ ὅτι πνευματικὴν, νενικηκόσι τὴν ἁμαρτίαν, εὐωδιάζουσι νοητῶς, 5 ὡραῖον καὶ ἀξιέραστον τὸν τῆς εὐαγγελικῆς πολιτείας
ἔχουσι καρπὸν, ἁγνῶς καὶ ὁσίως πεπολιτευμένοις. σημεῖον δ' ἂν γένοιτο καὶ τοῦδε πάλιν, τὸ κάλλυντρά τε φοινίκων καὶ ὡραίου ξύλου καρπὸν ὁμοῦ τοῖς ἄλλοις κλάδοις συνδήσαντας ἔχειν. αὐτός ἐστιν ὁ χειμάρρους τῆς τρυφῆς ὃν πεπότικεν 6 ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ· αὐτὸς ἡ πηγὴ τῆς ζωῆς, καὶ ὁ τῆς
εἰρήνης ποταμὸς, ὁ ἐκκεκλικὼς εἰς ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους. 7 εἴρηται δὲ περὶ τούτων ἡμῖν ἰσχνῶς ἐν ἑτέροις. cf.de οὐκοῦν οἱ ἀναβαίνοντες προσκυνησαι τῷ Κυρίῳ παντοκρατορι, καὶ τελέσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, οἱ διὰ πίστεως εἰσιν 8 ἐν Χριστῷ δεδικαιωμένοι. ἀπειλεῖ δὲ τοῖς μὴ ἀναβαίνουσιν
ὄλεθρον, ποινάς τε τὰς ἴσας, ἃς ἂν ὑποσταῖεν οἱ διῶκταί τε καὶ ὑβρισταί. ἐν ἴση γὰρ μοίρᾳ κείσονται τοῖς ἐχθροῖς, οἱ μὴ ἀγαπᾶν ᾑρημένοι. καὶ τοῦτο οἶμαί ἐστιν, ὃ καὶ αὐτὸς ἔφη Χριστός “ Ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ 9 “ συνάγων μετ’ ἐμοῦ σκορπίζει.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.