γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία κατὰ τὴν τοῦ πατριάρχου Gen. φωνήν. τέθειται δὲ καὶ “ εἰς φῶς ἐθνῶν, καὶ εἰς διαθήκην Es. ‘‘ γένους, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ “ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν 2 “ σκότει.” ὅτι τοίνυν τὴν τῆς εἰδωλολατρείας ἀφέντες ἀχλὺν,
καὶ τῆς τοῦ διαβόλου σκαιότητος τὰ δεσμὰ διαρρήξαντες οἱ 3 ἐξ ἐθνῶν, πρὸς τὸ τῆς ἀληθείας ἥξουσι φῶς, καὶ τὸν τοῦ Σωτῆρος ὑποδραμοῦνται ζυγὸν, σαφηνιεῖ, λέγων ὡς οἱ κατάλοιποι τῶν κεκολασμένων, ἤτοι τῶν ταῖς ἐκκλησίαις μεμα- χημένων· ἀριθμοῦ δὲ οὗτοι κρείττονες· ἀναβήσονται κατ’ ενιαυτὸν τοῦ προσκυνησαι τῷ κυρίῳ παντοκράτορι Θεῷ κα) τοῦ
4 ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ὁ μὲν γὰρ διὰ Μωυσέως 5 προσέταττε νόμος ἐπιτελεῖσθαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας τῇ πεντεκαιδεκάτῃ του ἑβδόμου μηνὸς, συναγηγερμένης εἰς 6 ἀποθήκας τῆς ἐξ ἀγρῶν εὐκαρπίας. ἐξόδιον ταύτῃτοι τὴν ἑορτὴν ὀνομάζει, ὡς ἤδη τῶν ἔργων τῶν ἐν ἀγροῖς ἐκκεχωρηκότων
7 ἐς πέρας. ἐκέλευε δὲ λαμβάνειν “ κάλλυντρα φοινίκων “ καὶ καρπὸν ὡραίου ξύλου, καὶ κλάδους ξύλου δασεῖς “ καὶ ἰτέας καὶ ἄγνου κλάδους,” πίνειν τε ὕδωρ ἐκ χειμάρρου, 8 καὶ ἐπ’ αὐτῷ κατευφραίνεσθαι. καὶ πρόφασιν μὲν ὁ νόμος ἐποιεῖτο τῆς ἑορτῆς, τὸ ἐν σκηναῖς κατοικῆσαι τὸν Ἰσρὴλ,
9 τῆς Αἰγυπτίων πλεονεξίας ἐξηρημένον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.