γύναια δὲ περιέλκοντα νηπίοις ὁμοῦ. τότε γὰρ δὴ φησὶ καὶ τὸ ἥμισυ τῆς πόλεως ἐξελεύσεται ἐν αἰχμαλωσίᾳ. φασὶ γὰρ, ὅτι Ῥωμαῖοι τὴν πόλιν ἑλόντες, καὶ πρὸς τὰς τῶν μαχο- μένων αὐτοῖς ἀναισχυντίας ὀλιγωρήσαντες, αὐτόν τε κατέπρησαν τὸν νεὼν καὶ τὰς τοῦ ἄστεος οἰκίας. ἐφείσαντο
δὲ προσπιπτόντων αὐτοῖς τῶν κατῳκηκότων τὴν ἄνω πόλιν καὶ τὸ ἱερόν. θεά δὲ, ὅπως εἰς τοῦτο θράσους ἀφίξεσθαί 2 φησι τοὺς νενικηκότας, ὡς διαρπάσαντας τὰς οἰκίας, μὴ 3 εὐθὺς ἀποφοιτῆσαι ταῖς λείαις ὁμοῦ, καὶ σχολαῖον ποιήσα- σθαι τὸν διαμερισμὸν εἰς τὰς ἑαυτῶν σκηνὰς ἀφιγμένους· ἀλλ’ ἐν αὐτῇ τοῦτο δράσαι τῇ ἁλούσῃ πόλει, ὅπερ οὐκ ἃν γέγονεν, εἴπερ τις ἢν ὅλως ὁ τοῖς ἀθλίως πεπραχόσιν ἔπι.
κουρῶν καὶ τοῖς καταδῃοῦσι μαχόμενος. μολυνθήσεσθαι δὲ τὰς γυναῖκάς φησιν, ἀβουλήτως ἑτέροις ἐφελκομένας καὶ τῶν τῆς σεμνότητος ἐκπιπτούσας ἐθῶν, καὶ ἐν ὄψει πολλάκις τῶν κατὰ νόμους συνῳκηκότων. πολέμου δὲ τὰ τοιαῦτα 4 πάθη, καὶ τοῖς ἅπαξ ἑαλωκόσι καὶ ἀνεπικουρήτοις παντελῶς
πρέπουσαι συμφοραί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.