“Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα καὶ δια- “ σκορπισθήτωσαν τὰ πρόβατα.’’ ὅτι δὲ ποιναῖς ταῖς ἐσχάταις ἡ τῶν Ἰουδαίων πληθὺς ὑπενεχθήσεται, καὶ μάλα εἰκότως· κεκυριοκτόνηκε γὰρ ἡ πάντολμος· ἐδίδασκε προστιθείς “Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ 3
“ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη, λέγει Κύριος, τὰ δύο μέρη “ ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω διὰ 4 5 “ πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, “ καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον.’’ τίνα δ’ ἂν τρόπον τὰ τοιάδε νοοῖντο, καὶ οὐκ ἔξω τοῦ εἰκότος κατά γε τὸ ἐφικτὸν εἰρήκαμεν. τέτραπται δὲ καὶ νῦν ὁ τῶν προκειμένων σκοπὸς ὡς πρός γε τὴν Ἰερουσαλὴμ ἀνοσιουργήσασαν
ἀχαλίνως, καὶ τὸν τῆς ἁλώσεως ἡμῖν κατασημαίνει τρόπον. ἰδοὺ γὰρ φησιν ἥξουσιν ἡμέραι τοῦ κυρίου, τουτέστιν, ἃς αὐτὸς ἐπάγει ψήφῳ δικαίᾳ καὶ ὁσίῳ κρίματι. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ δι’ ἑτέρου προφήτου φησίν 6 “Mὴ ἔσται κακία ἐν πόλει ἢν κύριος οὐκ ἐποίησεν.” οὐ γὰρ
ἂν γένοιτό τι τῶν ὅλην κακοῦν ἰσχυόντων πόλιν, ὃ μὴ πράττεσθαί φαμεν ἐφιέντος αὐτοῦ, καὶ πλημμελημάτων δίκας ἐξαιτεῖν ἐθέλοντος τοὺς ἀσχέτοις ὁρμαῖς ἐπὶ τὰ φαῦλα διάττοντας. οὐκοῦν αὐτοῦ φησιν εἶναι τὰς ἡμέρας, διὰ τὸ ἐπάγεσθαι κατ’ ὀργὴν αὐτοῦ. πεπαρῳνήκασι γὰρ φορητῶς οὐκέτι,
ἀπεκτονότες μὲν τοὺς προφήτας, προσθέντες δὲ τούτοις καὶ τὸν Υἱόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.