δόξης τὴν ἁγίαν πόλιν, τουτέστι τὴν νοητὴν Ἱερουσαλὴμ, ἧς τὸ εὖρός τε καὶ μῆκος ὡς ἐν τύπῳ πάλιν τῇ ἐπιγείῳ δείκνυσιν Ιερουσαλὴμ, φάσκων ὅτι κατευρυνθήσεται μὲν ἀπὸ γαβὲλ ἕως Ῥεμμών. καὶ ἔστι μὲν ἡ γαβελ ἤτοι γαβὲ κώμη καὶ κλῆρος τῆς φυλῆς Βενιαμίν· κεῖσθαι δέ φασιν
αὐτὴν ἐν μέρεσιν τοῖς βορειοτέροις τῆς Ἱερουσαλἠμ. Ῥεμμὼν δὲ δὴ αὖ πέτρα τίς ἐστι, κατὰ τὴν νοτίαν ἔρημον. οὐκοῦν τὸ μὲν εὖρος τῆς Ἱερουσαλὴμ, ἀπὸ γαβὲλ ἕως Ῥεμμών. 1 ὁρίζεται δὲ καὶ τὸ μῆκος οὕτω λέγων Ἀπὸ τῆς πύλης Βενιαμὲν ἕως τῆς πύλης τῆς πρώτης ἕως τῶν πύλων τῶν
γωνιῶν καὶ ἕως τοῦ πύργου Ἀναμεὴλ ἕως τῶν ὑποληνίων τοῦ βασιλέως. πύλη δὲ ἢ πρώτη καὶ μὴν καὶ πύλη γωνιῶν· οὕτω τινὲς ἦσαν κατὰ Ἱερουσαλὴμ ὠνομασμέναι· καὶ πύργος δὲ ἦν ἀνάμεσον Ἀναμεὴλ καλούμενος, μεθ’ ὃν εὐθὺς καὶ τὰ ὑπολήνια τοῦ βόιτιλiως· τόποι δὲ οὗτοι τῆς Ἱερουσαλὴμ 2
τὸ μῆκος ὡς ἐν τύπῳ κατασημαίνοντες. ὥσπερ γὰρ ἐκέλευε τῷ μακαρίῳ προφήτη Ἰεζεκιὴλ ὁ τῶν ὅλων Θεὸς ἀναμετρεῖν 3 καλάμῳ τὸν οἶκον, τῇδε τε κἀκεῖσε διάττοντα, ὑπεμφαίνων, 4 5 ὅτι πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, μυρία τε ὅσα τὰ τῶν ἁγίων ἐνδιαιτήματα· οὕτω μοι κἀνθάδε δοκεῖ διὰ τόπων ἐμφανῶν εὖρός τε καὶ μῆκος καταγράφειν ἡμῖν τῆς νοητῆς Ἱερουσαλὴμ, τουτέστι τῆς Ἐκκλησίας Χριστοῦ, 6 πρὸς ἢν καὶ ὁ θεσπέσιος Ἡσαΐας ἀνεφώνει λέγων " Πλά-
“τυνον τον τόπον τῆς σκήνης σου καὶ τῶν αὐλαιῶν σου, “ πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς “ πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ “ ἀριστερὰ ἐκπέτασον ” κατευρυνθεῖσαν δὴ οὖν τὴν ἁγίαν πόλιν, καὶ εἰς μῆκος τὸ αὐτῇ πρέπον ἐκτεινομένην, κατοικήσουσιν
οἱ ἅγιοι, καὶ οὐκ ἕσται φησὶν ἀνάθεμα ἔτι, τουτέστι, κατ’ οὐδένα τρόπον ἀλλοτριωθήσεται Θεοῦ· βεβαίαν γὰρ αὐτῇ χαριεῖται τὴν ἀγάπησιν· καὶ οὐκ ἂν ἐμπέσοιεν ἔτι πρὸς 7 τὸ προσκρούειν Θεῷ, ἀνῃρημένης, ὡς ἔφην, τῆς ἁμαρτίας 8 εἰς τὸ παντελὲς, καὶ τοῦ πειράζοντος σατανᾶ. “ Οὐ γὰρ
" ἔσται ἐκεῖ λέων, ἀλλ’ οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν “ οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ.” κατοικήσουσι τοιγαροῦν πεποιθότως. Ἐπειδὴ δὲ τέθειται μεταξύ Ῥαμὰ γε ἐπὶ τόπου μενεῖ, πάλιν ἐκεῖνό φαμεν, τὰς τῶν προκειμένων ἐννοίας, ὡς ἕνι,
διερμηνεύοντες. Ῥαμὰ πολίχνη τίς ἐστιν, ἤτοι κώμη, κλῆρος δὲ τοῖς ἐκ φυλῆς Ἀσήρ· καὶ ἑτέρα δὲ πρὸς ταύτῃ Ῥαμὰ τῶν ἐκ φυλῆς Νεφθαλείμ. διαμέμνηται δὲ καὶ Προφήτης 9 ἅγιος ἢ τούτων μιᾶς, ἤγουν ἑτέρας Ῥαμᾶς. ἔφη γὰρ ὅτι 10 “ Φωνὴ ἐν Ραμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρ-
“μός· Ῥαχηλ ἀποκλαιομένης ἔπι τοῖς υἱοῖς αυτης, καὶ οὐκ “ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.” τοιοῦτον πεπράχθαι 11 φαμὲν κατὰ τὴν Βηθλεὲμ, Ἡρώδου προστεταχότος τὰ ἐν 12 αὐτῇ φονεύεσθαι βρέφη. Ῥαμα τοίνυν ὀνομάζει τὴν Ἱερουσαλὴμ, διά τοι τὸ ἐν αὐτῇ πολὺν γενέσθαι τὸν ἐπὶ τῇ ἁλώσει θρῆνον. εἰσκεκόμικε γοῦν αὐτὴν ὁ προφήτης Ἱερεμάς μονονουχὶ
δακρυρροοῦσάν τε καὶ τοῖς ἰδίοις ἀπολωλόσιν ἐπ[οιμώζουσαν 13 τέκνοις. ἔφη γάρ ὅτι “ κλαίουσα ἔκλαυσε νυκτὶ, 14 “ καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς. καὶ τίς ὁ θρῆνος; “ Παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν 15 “ ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν
“ ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.