ἐναργεῖς. ἀνατυποῦται δὲ ὡς ἐπίπαν ὡς ἔν γε τοῖς αἰσθητοῖς τὰ κεκρυμμένα καὶ νοητὰ, καὶ οἱονεὶ σῶμα τῶν ἀφανεστέρων τὰ ἐμφανῆ γίνεται. ἔφη τοίνυν, ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν, ἤγουν τὸν καιρὸν, μετατεθειμένων τῶν καθ’ ἡμᾶς εἰς καινότητα ζωῆς, ἀνεστοιχειωμένης δὲ καὶ αὐτῆς τῆς κτίσεως εἰς
4 τὸ ἄμεινον ἢ πρὶν, ἕσται κύριος εῖς καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν. ἦν μὲν γὰρ ἀεὶ καὶ ἔστι καὶ ἕσται Κύριος εῖς, ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ. ἐπειδὴ δὲ πεπλά- νηκε τὴν ὐπ’ οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτεστιν
σαταμὰς, εἰς ψευδῆ καὶ βέβηλον λατρείαν οἱ δείλαιοι παρακεκομίσμεθα, 5 καὶ διετελοῦμεν ἐν κόσμῳ τυφλοὶ καὶ μωροὶ, κυρίους ὀνομάζοντες τοὺς πεπλανηκότας, καὶ τὸ τῆς θεότητος ὄνομα τοῖς ἀκαθάρτοις δαίμοσιν ἐπιφημίζοντες ἀμαθῶς. καὶ κεκλήμεθα μὲν εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἐν τῷδε τῷ κόσμῳ
6 διὰ Χριστοῦ, πλὴν παρωχηκότος καὶ εἰς πέρας ἤδη κατάραντος τοῦ παρόντος αἰῶνος, τότε δὴ τότε καὶ φρενοβλαβείας ἁπάσης ἐξ ἡμῶν ἀνῃρημένης, τεθειμένων τε ἤδη τῶν ἐχθρῶν ὑπὸ πόδας Χριστοῦ, Κύριος εἶς ἕσται λοιπὸν ἐπὶ πᾶσαν τὴν γῆν, οὐδενὸς ἐπ’ αὐτῷ τὴν τῆς κυριότητος ἁρπάζοντος δόξαν.
Κύριος δὲ καὶ ἑτέρως εῖς ἔσται Χριστὸς, ἀπρακτούσης ἁπάσης 7 ἐπιγείου βασιλείας, καὶ αὐτῷ δὴ καὶ μόνῳ τὸ κατὰ πάντων κράτος ἀνατιθείσης τῆς ὑπ’ οὐρανόν. ἔφη ’δε τι τοιοῦτον καὶ ὁ σοφώτατος Δανιήλ. ἀφηγούμενος γὰρ τοὺς τῶν ὁράσεων τρόπους, φησίν “Ὅν τρόπον ἴδες ὅτι ἀπὸ ὄρους ἐτμήθη 8
“ λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸν ὄστρακον, τὸν σίδηρον, “ τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν· ὁ Θεὸς ὁ μέγας “ ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ άληθινὸν “ τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.