πρώτην, τὸ δὲ ἕτερον ἥμισυ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. θάλασσαν δὲ τὴν πρώτην ὀνομάζει τὸν Ἰσραήλ· ἐσχάτην δὲ τὴν τῶν μετ’ ἐκείνους πεπιστευκότων πληθὺν, τουτέστι τὰ ἔθνη. καὶ οὔτι που φαμὲν, ὡς μεμέρισται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ἀτελὲς ἐν ἑκατέροις ἔσται διάτοι τὸ ἥμισυ νοεῖσθαι· 2 πολλοῦ γε καὶ δεῖ· οἰησόμεθα δὲ μᾶλλον, ἐκεῖνο βούλεσθαι 3 τὸν Προφήτην ὑποδηλοῦν, ὡς ἐν ἰσότητι τῆς χάριτος ἡ διανομὴ τούτοις τε κἀκείνοις ἐκνεμηθήσεται. τὸ γὰρ ἥμισυ καὶ ἥμισυ, τῆς ἰσοστάθμου φιλοτιμίας καὶ τῆς ἰσότητος ἔσται σημαντικόν. ὅτι δὲ διηνεκὴς ἡ χάρις, καὶ
κατὰ πάντα καιρὸν ἡ μέθεξις, ἀταλαίπωρον ἰδεῖν, ἀπό γε τοῦ φάναι πάλιν, ὅτι καὶ ἐν θέρει καὶ ἐν ἕαρι ἕσται οὕτως.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.