φαίνει λέγων, ὅτι τοῦ ὕδατος τοῦ προσδοκωμένου κατὰ καιποὺς ἐξ Ἱερουσαλὴμ ἐξελεύσεσθαι, τὸ μὲν ἥμισυ βαδιεῖται πρὸς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἥμισυ πρὸς τὴν θάλασσαν τὴν 2 ἐσχάτην. καὶ τί δὴ τοῦτό ἐστι ; θαλάσσαις τε καὶ ὕδασιν ἐξομοιοῖ πολλάκις ἡ θεία γραφὴ τὰ πολλὰ τῶν ἀνθρώπων ἕθνη καὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν. οὕτω πού φησι δι’ ἑνὸς τῶν ἁγίων προφητῶν “ Ὅτι ἐνεπλήσθη ἡ σύμπασα 3
“ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι 4 “ θαλάσσας " ἔφη ’δε που καὶ ὁ θεσπέσιος Δανιὴλ, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἀνὰ πᾶσαν τὴν οἰκου- μένην προαναθρῶν “ Ἐγὼ Δανιὴλ ἐθεώρουν, καὶ ἰδοὺ οἱ 5 “ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν
“ τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον “ ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων.’ σαφέστερον τοῦτο αὐτὸ καθιστὰς ὁ μακάριος Δαυεὶδ ἀναμέλπει λέγων “ Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ, 6 “ ὧν οὐκ ἐστιν ἀριθμὸς, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ
“ πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν 7 “ αὐτῷ.’’ ποῖον γὰρ εἶναί φαμεν ἐν τῆ αἰσθητῇ τὸν δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζεσθαι παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ ; ἔθος δὴ οὖν τοῖς ἱεροῖς γράμμασι, καὶ πάντα τὸν κόσμον θαλάσσαις ἐξομοιοῦν καὶ πολλὴν
ἀνθρώπων ἔσθ’ ὅτε πληθύν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.