μέρος ὁ βραχίων ἦν καὶ ἱερὸν ἀνάθημα τῶ Θεῶ. 1 ὑποφαίνοντος οἴμαι του νόμου δι’ αἰνίγματος, ὅτι Θέῳ τὴν 2 ἰδίαν ἀναθετέον ἰσχὺν τὴν σωματικήν τε καὶ πνευματικήν. ὅτι δὲ ὁ βραχίων κατασημαίνει τὴν δύναμιν, πιστώσεταί τις τῶν ἁγίων, τῷ τῶν ὅλων Θεῷ προσπεφωνηκώς “ Μεγέθει 3
“ βραχίονός σου ἀπολιθωθήτωσαν ” ὁ ’δε γε ὀφθαλμὸς εἰς νοῦ τύπον λαμβάνεται. πείσεται δὴ οὖν ὁ μὴ ποιμαίνων ὀρθῶς βραχίονός τε καὶ ὀφθαλμοῦ τὴν πήρωσιν, τουτέστιν, ἔρημος ἔσται καὶ πνευματικῆς ἰσχύος. οὐ γὰρ δυνήσεταί τι κατορ- θῶσαι τῶν ἀγαθῶν μὴ ἐν ἰσχύοντος Θεοῦ· κατασκοτισθήσεται 4
δὲ καὶ τὸν νοῦν, ἀμέτοχος τοῦ θείου φωτὸς ὑπάρχων τε καὶ νοούμενος. οὐ γὰρ δυνήσεται λέγειν ἐκ παρρησίας Οτι σὺ φωτιεῖς λύχνον μου κύριε, ὁ Θεός μου φωτιεῖς 5 “ τὸ σκότος μου.’’ δεξιός τε βραχίων ὁ τῆ μαχαίρᾳ τεμνόκατεσφάζοντο 6 μένος, καὶ μὴν καὶ ὀφθαλμὸς ὁ τυφλούμενος. δεξιὸν γὰρ οὐδὲν παρὰ τοῖς Ἰουδαίων δήμοις, οὐ πρᾶξις ἀγαθὴ, οὐκ ἰσχὺς ἡ ἐν τούτοις, οὐ τὰ ἐκ θείου φωτὸς εἰς νοῦν καὶ 7 καρδίαν. ὡς γὰρ ὁ Παῦλός φησιν “Ἂχρι σήμερον ἡνίκα 8 “ ἃν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν
αὐτῶν κεῖται.’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ περὶ αὐτῶν 9 “ Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν· σκαιὰ δὴ οὖν ἅπαντα τὰ παρ’ αὐτοῖς, κἂν τρόπον εἴπῃς, κἂν νόημα, κἂν ἕτερόν τι τῶν προσεῖναι πεπιστευμένων. τῶν μὲν γὰρ ἀριστερῶν ἢ ἀφαίρεσις ὀνήσῃ ἂν οἶδ’ ὅτι τοὺς
ὑπομένοντας· ἀποβολὴ γὰρ σκαιότητος, αἰτίας τε καὶ μώμου 10 παντὸς ἀπαλλάξειεν ἂν αὐτούς. ἀδικήσειε δ’ ἂν οὐ μετρίως ἡ τῶν Θῶν ἀπόθεσις· ἀποφέρει γὰρ πάντως εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα. ἀλλ’ Ἰουδαίοις μὲν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ ἐν στερήσει γενέσθαι τῶν δεξιῶν·
ἡμῖν δὲ τοῖς ἐν Χριστῷ τὸ ἐν ἀποβολῇ γενέσθαι σκαιότητος, καὶ τοῖς δεξιοῖς ἐναβρύνεσθαι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.