ἤδη τὰς τῆς ῥᾳθυμίας ἀποτιννύουσι δίκας τάχα που καὶ συναλγεῖ δι’ ἔμφυτον ἡμερότητα, καὶ καταιτιᾶται μὲν, ὅτι 1 ποιμένες γεγόνασι τῶν ματαίων, τουτέστι τῶν προσκαίρων ἐπιμεληταὶ, ῥᾴθυμοι δὲ οὕτως, ὡς ἐπιγάνυσθαι τοῖς προβάτοις ἀθλίως διολωλόσιν. οἱ μὲν γὰρ πωλοῦντες ἔλεγον
2 Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν·’’ οἱ δὲ κατέσφαζόν 3 τε καὶ οὐκ ἔπασχον οὐδὲν ἐπ’ αὐτοῖς· τοῦ γὰρ χρῆναι ποιμαίνειν ὀρθῶς οὐδεὶς ἦν ὅλως παρ’ αὐτοῖς ὁ λόγος. τοι. οὗτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, κλείοντες τὴν 4
βασιλείαν τῶν οὐρανῶν, καθά φησιν ὁ χριστὸς, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι, μήτε μὴν ἑτέρους ἀφιέντες εἰσελθεῖν· 5 ἀλλὰ περιάγοντες μὲν “ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ἵνα 6 ποιήσωσιν ἕνα προσήλυτον, εἰ δὲ δὴ γένοιτο, ποιοῦντες “ αὐτὸν υἱὸν γεέννης διπλότερον ἑαυτῶν.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.