ταῦτα, καὶ ἐνεργεῖσθαι προστέταχε τὸ ἐπὶ τῷ πάθει μυστήριον, αὐτῇ τῇ ῥομφαίᾳ παρεγγυῶν τε καὶ λέγων Ἐξεγέρθητι 1 ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ λέγει Κύριος παντοκράτωρ. καὶ ῥομφαίαν μὲν ἐν τούτοις καταδηλοῦσθαί φαμεν ὡς ἐν εἴδει μαχαίρας τὸν πειρασμὸν, ἢ καὶ αὐτὸ τὸ
πάθος τὸ ἐκ τῆς Ἰουδαίων ἀπονοίας ἐπενηνεγμένον τῷ Εμμανουήλ. ἔοικε γὰρ συνιέναι τε οὕτω καὶ μὴν καὶ εἰπεῖν ὁ δίκαιος Συμεὼν, ὅτε προσεκόμιζεν ὀκταήμερον τὸν 2 Ἰησοῦν ἡ ἁγία παρθένος “Καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διε- “λεύσεται ῥομφαία.’’ μόνον γὰρ οὐχὶ ῥομφαίᾳ κατεσφάζετο,
σταυρούμενον ὁρῶσα τὸν ἐξ αὐτῆς γεννηθέντα κατά γε τὴν 3 σάρκα φημί. ὦ τοίνυν ῥομφαία, ἐξεγέρθητι φησὶν ἐπὶ τὸν ποιμένα μου, τουτέστιν, ἐνεργείσθω λοιπὸν τὸ σωτήριον πάθος καὶ ὁ τῆς τῶν ἀγαθῶν ἀναδείξεως ἡκέτω καιρός. τέθειται μὲν γὰρ ἐφ’ ἡμᾶς ἀρχιποίμην ὁ Χριστὸς, καὶ ὑπ’ αὐτῷ
πάντες ἐσμὲν οἱ πεπιστευκότες, πλὴν οὐκ ἔξω χειρὸς τῆς τοῦ Θεοῦ καὶ Πατρός. κατάρχει γὰρ ἡμῶν ἐν Υἱῷ, δι’ αὐτοῦ 4 τε καὶ ἐν αὐτῷ σεσώσμεθα καὶ αὐτὴν ἐσχήκαμεν τὴν προσ- 5 ἀγωγήν. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ “Τὰ πρόβατα τὰ ἐμὰ 6 “τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ άκο- “λουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ 7 “μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσῃ τις αὐτὰ ἐκ
“ τῆς χειρός μου. ὁ Πατήρ μου ὃς δέδωκε μοι πάντων “ μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς “ τοῦ Πατρός· ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.” ἴδιος οὖν ἄρα τοῦ Θεοῦ καὶ Πατρὸς ποιμὴν ὁ Υἱὸς, οὐκ ἀλλότρια κατα- νέμων θρέμματα, τὰ ἑαυτοῦ δὲ μᾶλλον καὶ τὰ τοῦ Πατρὸς,
οὐκ ἰδίων αὐτοῦ νοουμένων τῶν μισθωτῶν ποιμένων, οἳ κατέσφαζον μὲν τὰ πρόβατα, φειδοῦς ἁπάσης ἐξῃρημένης, 8 “ἔλεγον δὲ καὶ πωλοῦντες αὐτά Εὐλογητὸς Κύριος καὶ 9 “πεπλουτήκαμεν.’’ πολῖται γεμὴν, ἤγουν οἰκεῖοί τε καὶ γνώριμοι, τοῦ ἀγαθοῦ ποιμένος, οἱ ὑπ’ αὐτῷ τεταγμένοι, καὶ πρό
γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ παταχθέντος τοῦ ποιμένος κατεσκίδναντο καὶ πεφεύγασιν. ἐπειδὴ γὰρ ἧκον τῶν Ἰουδαίων οἱ ὑπηρέται, καὶ σὺν αὐτοῖς ὁ προδότης ὁμοῦ τῇ σπείρᾳ συλληψόμενοι τὸν Ἰησοῦν, “ πάντες ἀφέντες αὐτὸν 10 “ἔφυγον.’’ ἔφη γὰρ οὕτω τὸ γράμμα τὸ εὐαγγελικόν.
Ὅτι δὲ δοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν εἰς θάνατον 11 ὁ Θεὸς καὶ Πατὴρ πατάξαι πως αὐτὸν λέγεται, τῷ γε ὅλως ἐφεῖναι παθεῖν, πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς περὶ τῶν εἰς αὐτὸν ἀνόσια πεπραχότων, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων “Ὅτι ὃν σὺ 12
“ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυ- “ μάτων μου προσέθηκαν· πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν “αὐτῶν.’’ ἑκούσιον μὲν οὖν, ὡς ἔφην, ἐποιεῖτο τὸ πάθος, 13 ἵνα τὰ ἐκ τοῦ παθεῖν αὐτὸν διαφαίνηται κατορθώματα. ὅτι δὲ τοῖς ἐσταυρωκόσιν ὀλέθρου πρόξενον ἔσται τὸ χρῆμα, καὶ 14 τοῖς ἐκ θείας ὀργῆς ὑποπεσοῦνται κακοῖς οἱ τῆς τοιᾶσδε βουλῆς καὶ τῶν ἐγχειρημάτων ἐξάρχοντες· οὗτοι δὲ ἦσαν οἱ λαῶν ἡγούμενοι· διατρανοῖ λέγων Καὶ ἐπάξω τὴν χεῖρά
15 μου ἐπὶ τοὺς ποιμένας. διεφθάρκασι γὰρ “τὸν ἀμπελῶνα “αὐτοῦ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἔδωκαν μερίδα “αὐτοῦ ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφα- “νισμὸν ἀπωλείας.’’ ἐπάγει γεμὴν τὴν χεῖρα αὐτοῦ τοῖς ποιμέσι Θεὸς οἱονεὶ καταπαίουσαν τὴν ῥομφαίαν, καὶ τὰς
16 τῆς ἀνοσιότητος ἐξαιτοῦσαν δίκας, οὐχ ὅτι μόνον αὐτοὶ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἁλλ’ ὅτι πρὸς τούτῳ καὶ τοῖς ἄλλοις γεγόνασιν ἀρχὴ καὶ ὁδὸς τῆς ἀσχέτου μανίας. ὡς γάρ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ματθαῖος, Πιλάτου τοῖς Ἰουδαίοις προτεθεικότος Χριστόν τε καὶ Βαραββᾶν,
17 καὶ τό “τίνα θέλετε ἐκ τῶν δύο ἀπολύσω ὑμῖν” προσπε- xxvii.
φωνηκότος, “οἱ ἀρχιερεῖς καὶ οἱ προσβύτεροι ἔπεισαν τοὺς “ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἵνα 18 “ἀπολέσωσιν·’’ ἀνέπειθον δὲ πρὸς τούτῳ βοᾶν “ Σταύρωσον, 19 “σταύρωσον.” οὐκοῦν ἀληθὲς τὸ διὰ τῆς τοῦ προφήτου
20 φωνῆς εἰρημένον “Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν “Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ “νομὴ, καὶ διεσκορπίσθησαν.” ὥσπερ γὰρ ἡ νῆψις τῶν ἀγαθῶν ποιμένων ὀνίνησι τὴν ἀγέλην· οὕτω καταφθείρει τὸ ῥᾴθυμον, καὶ τοῖς τῶν ποιμένων ἴχνεσι τὸ ὑπὸ χεῖρα
πάντως ἀκολουθεῖ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.