πάντων πλεονεξίας τὸν σατανᾶν, καθελῇ δὲ καὶ τὴν βέβηλον εἰδωλολατρείαν, καὶ καταργήσῃ μαντείας, ψευδοπροφητίας τε καὶ τοὺς ἐκ καρδίας φενακισμοὺς, ἐξάρῃ δὲ καὶ “τὸ πνεῦμα 2 “τὸ ἀκάθαρτον ἄπο τῆς γῆς, καὶ πρὸς γε δὴ τούτοις, ἵνα κατακτήσηται τὴν ὑπ’ οὐρανὸν, μετατιθεὶς εἰς θεογνωσίαν 3
τοὺς πεπλανημένους, ἀναπείθων ἑλέσθαι τὴν εὐσεβῆ καὶ εὐσχήμονα πολιτείαν, καὶ πᾶν εἶδος ἀρετῆς ὁρᾶσθαι τετιμηκότας. ταύτης οὖν ἕνεκα τῆς αἰτίας τὸν ἐπὶ ξύλου θάνατον, καίτοι πολὺ λίαν ἔχοντα τὸ δυσκλεὲς, ὑπέμεινεν ἑκὼν, “αἰσχύνης καταφρονήσας, οὕτω καὶ αὐτῷ δοκοῦν τῷ Θεῷ 4
καὶ Πατρί. καί τι τοιοῦτον ἡμῖν ὑποφαίνει λέγων αὐτὸς ὁ Υἱός “Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ 5 “θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. “τοῦτο ’δε ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν 6 “ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω
“αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.’’ ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ 7 νεκρῶν καὶ ζώντων κυριεύσῃ. τέθεικε τοίνυν ἑκὼν ὑπὲρ 8 ἡμῶν τὴν ψυχὴν, μόνον δὲ οὐχὶ καὶ παραδόντος αὐτὸν ὡς ἄνθρωπον ἰδίῳ νεύματι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἐφιέντος, ὡς ἔφην, αἵματι τιμίῳ τὴν ἁπάντων πρίασθαι ζωήν. καὶ γοῦν ὁ Σωτῆρ’ οἰηθέντι Πιλάτῳ κατεξουσιάζειν αὐτοῦ 9 προσυπήντα λέγων “Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ,
“εἰ μὴ ἢν δεδομένον σοι ἄνωθεν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.