εἰς πίστιν ἡ προαναφώνησις ἔχει. τίς γὰρ τῶν καθ’ ἡμᾶς διακαρτερήσειεν ἂν ἐν τῷ νῦν καιρῷ προφητεύοντός τινος; ἢ πῶς οὐκ ἐξεστηκότα λογιεῖται μὲν τὸν τοιοῦτον εὐθὺς, ὧδέ τε ἔχοντα γνώμης πῶς οὐκ ἂν ποιήσαιτο στυγητόν; ποῖος δὲ πατὴρ ἀνεπίπληκτον ἐάσει τέκνον, εἰ τοῖς οὕτω
δεινοῖς ἐναλοίη πλημμελήμασιν; ἀπόδειξις οὖν ἄρα, καὶ μάλα σαφὴς, γένοιτο ἂν οἶμαι τουτὶ, τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι πολὺ πρὸς τὸ ἄμεινον ἡ τῶν καθ’ ἡμᾶς 1 πραγμάτων μετακεχώρηκε φύσις, Θεοῦ μεταπλάττοντος εἰς τὸ αὐτῷ δοκοῦν καὶ εἰς τὸ εὖ ἔχον, ἢ πρίν. καὶ γοῦν τὰ
πάλαι τιμώμενα καὶ παρὰ πολλοῖς ἀξιάγαστα, νῦν ἐστι 2 στυγητὰ καὶ ἐπάρατα καὶ τοῖς ἐπιεικέσιν οὐκ ἀνεκτὰ καὶ τοῦ κολάζεσθαι δεῖν οὐκ ἠμοιρηκότα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.