1 ἀξιαγάστου ζωῆς, ὥστε καὶ γονέας αὐτοὺς ἰδίοις ἐπιθήγεσθαι τέκνοις, εἰ ζηλοῦν ἕλοιντο τοὺς ψευδοεπεῖς προφητεύειν ὑποπλαττόμενοι, καὶ ἀποφθέγξοιντό τι τῶν ἀπὸ καρδίας, ὡς Θεοῦ λελαληκότος. συμποδιοῦσι γὰρ αὐτὸν, φησὶ, τουτέστι καταδεσμεύσουσιν ὡς ἔκφρονα τε καὶ μεμηνότα, μελλήσαντες
δὲ οὐδὲν, καθοριοῦσιν αὐτοῦ καὶ θάνατον, εἰ ἔμμονόν τε καὶ ἀναιδῆ τὴν ἐπὶ τῷδε ποιοῖτο νόσον. ἀπόχρη γὰρ αὐτοῖς εἰς τὸ δεῖν ἅπασαν τοῦ παιδὸς καθορίσαι δίκην τὸ ὅτι ψευδῆ λελάληκεν ἐν ὀνόματι Κυρίου.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.