ᾧ προστεθέντες Ἰουδαῖοι κατακριθήσονται. καὶ πιστώσεται 3 λέγων αὐτοῖς ὁ Σωτῆρ’ ἀπειθεῖν ᾑρημένοις “ Ἐγὼ ἐλήλυθα “ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· “ ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.’’ ὅτι τοίνυν Ἰουδαῖοι ἔμελλον κατὰ καιροὺς πεφηνότα τὸν τῆς
4 ἀνομίας υἱὸν ἀμελλητὶ παραδέχεσθαι, “ τὸν ἀντικείμενον καὶ “ ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε “ αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν 5 “ ὅτι ἔστι Θεὸς,’’ τὸν οὐκ εἰδότα ποιμαίνειν ὀρθῶς καὶ ἐπιστημόνως προανατυποῦσθαι κελεύει τῷ Προφήτῃ Θεὸς
6 οὕτω λέγων Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. οἱ μὲν γὰρ τῶν ποιμένων ἐπιεικέστατοι, καὶ τῶν ἐν χερσὶ σπουδασμάτων ἐπιστήμονες, ἰσχνὰς ἔχουσι τὰς ῥάβδους, ἳν’ εἰ γένοιτο τοῦ καταπαίειν καιρὸς, μὴ συνθραύηται
τὸ τυπτόμενον. εἰ δὲ δή τις εἴη τῶν οὐκ εἰδότων τὸ χρῆμα, καὶ ποιμενικῆς ἐπιστήμης ὡς ἀπωτάτω κείμενος, ἁδροτάτοις αὐτὰ συντρίβει ῥοπάλοις. καὶ ταῦτα οἶμαί ἐστι τὰ σκεύη τὰ ποιμενικὰ τοῦ απείρού ποιμένος. ἐπειδὴ δὲ κατὰ 7 καιροὺς ἔμελλεν ὁ τῆς ἀνομίας υἱὸς τὴν βασιλίδα τιμὴν
περικείμενος, δοκεῖν ἐν τάξει ποιμένος ἀναδειχθήσεσθαι τοῖς ἐπὶ γῆς· φειδοῦς γεμὴν οὐδεμιᾶς ἀξιοῦν τοὺς ὑπὸ χεῖρα λαοὺς, ἢ καὶ τοὺς ἔξω χειρὸς, ταύτητοί φησιν Ἰδοὺ ἐγὼ εζεγειρω ποιμενα ἐπὶ τὴν γῆν, τὸ εκλιμπανον οὐ μὴ επισκέψηται. ὅμοιον ὡς εἰ λέγοι Τὸ ὀλισθῆσαν εἰς ὀλιγοπιστίαν,
οὐκ ἂν ἐπιρρώσειε ταῖς μυσταγωγίαις· τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ, τὸ ἐκπεφοιτηκός φησι τῆς εὐθείας 8 ὁδοῦ, καὶ τῆς ἀγέλης ἀποσκιρτᾶν εἰωθὸς, οὐ μὴ ζητήσῃ, τουτέστιν οὐκ ἂν μεταθείη πρὸς τὸ ἄμεινόν τε καὶ ἔχον ὀρθῶς. τὸ συντετριμμένον οὐ μὴ Ἰάσηται. συντρίβεται δέ
τις, ἢ πονηρᾶς ἡδονῆς ἡττώμενος, καὶ οἷον οὐ φέρων τῆς φιλοσαρκίας τὸ βάρος· ἤγουν ταῖς τῶν ἀνοσίων αἱρετικῶν ἀπάταις συνηρπασμένος, καὶ ὑγιᾶ τὸν νοῦν οὐκ ἔχων εἴς γε τὸ χρῆναι πιστεύειν ὀρθῶς. τοῦτο πάλιν ὁ ἀγαθὸς ἰᾶται ποιμὴν, ὁ γεμὴν ἄπειρος οὐκέτι. τὸ ὁλόκληρον οὐ μὴ
κατευθυνῇ, ἁλλὰ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς αστραγάλους αὐτων ἐκστρέφει. πολεμήσει γὰρ τοῖς 9 ἁγίοις ὁ τῆς ἀνομίας ὑιὸς, καὶ ἀχάλινον αὐτοῖς ἐπαφεὶς τὴν 10 ὀργὴν, μονονουχὶ καὶ κρεανομήσει καὶ καταφάγεται θηρὸς ἀγρίου δίκην. ἐκστρέψει δὲ καὶ τοὺς ἀστραγάλους, ἵνα μή τις ἔχη τὸ ὀρθοποδεῖν δύνασθαι· καταβιάσεται γὰρ προσκυνεῖν 11 αὐτῷ, καταπλήττων τοῖς θαύμασιν. ἔχει γὰρ “ τὴν “ παρουσίαν κατ’ ἐνέργειαν τοῦ σατανᾶ,” καὶ ἐν Βεελζεβοὺλ
12 ποιήσει “ τέρατα, ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς “ ἐκλεκτοὺς,’’ καὶ ἧ φησὶν ὁ Σωτῆρ’ “ οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ,” μαινομένης κατὰ πάντων τῆς ἐκείνου πλεονεξίας· “ διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.’’ 13 “ ἀνελεῖ γὰρ αὐτὸν ὁ κύριος τῷ πνεύματι, καὶ καταργήσει
τῇ ἐπιφάνειᾳ τῆς παρουσίας αὐτοῦ.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.