Χριστοῦ, τὰς δύο ῥάβδους ἀπορρίψαντός τε καὶ διασκεδάσαντος ταῖς τῶν Χαναναίων χώραις, κατὰ τοὺς ἤδη προαποδεδομένους τρόπους· τρόπους· οἱ μὲν ἐγνώκασιν ὅτι Λόγος Κυρίου 1 ἐστί. πεπιστεύκασι γὰρ, ὡς ἔφην, ὅτι καίτοι παρὰ Θεοῦ 2 καὶ Πατρὸς ἀπορρήτως γεγεννημένος ὁ ἐξ αὐτοῦ τε καὶ ἐν
αὐτῷ Λόγος, ἐπειδὴ γέγονε καθ’ ἡμᾶς, κεχρημάτικε τε τῶν ὅλων ἀρχιποίμην, προὔθηκεν αὐτοῖς εἰς μυσταγωγίαν καὶ 3 εἰς εἴδησιν ἀκριβῆ τοῦ καθ’ ἑαυτὸν μυστηρίου τήν τε εὐαγγελικὴν παίδευσιν καὶ φωταγωγίαν, καὶ μέντοι καὶ τὴν νομικήν. 4 5 ταύτας γὰρ εἶναι τὰς δύο ῥάβδους ἐλέγομεν, δι’ ὧν ἡμᾶς καταποιμαίνει χριστὸς “ ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι” καθὰ γέγραπται. ἀλλ’ οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, ἠγνοηκότες δὲ καὶ τὴν ῥάβδον τὴν καλὴν, τουτέστι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ προσέτι τούτοις τὴν ἑτέραν
ἀτιμάσαντες ῥάβδον, ᾗ ὄνομα Σχοίνισμα, τουτέστι τὸν διὰ Μωυσέως νόμον, οὐ προσήκαντο μὲν τὴν πίστιν, ἠγνοήκασι δὲ τὸν διὰ νόμου καὶ προφητῶν προηγορευμένον· καὶ τοῦτο 6 αὐτοῖς ἐναργῶς αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’ “ Μῆ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατη- 7 “ γορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. εἰ γὰρ “ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἃν ἐμοί· περὶ γὰρ ἐμοῦ “ ἐκεῖνος ἔγραψέν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύ- “ ἕτε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε ” ἔστι τοίνυν οὐδαμόθεν ἀμφίλογον, ὡς οὔτε τοῖς Μωυσέως πεπιστεύκασι
γράμμασιν, οὔτε μὴν τοῖς τοῦ Σωτῆρος ῥήμασιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.