εἰκαίας, στῦλον δὲ καὶ ἑδραίωμα λαμπρὸν ἑαυτὸν αὐτοῖς ἀναθεὶς, φωτίζοντα τοὺς ἐν σκότῳ, καὶ οἷα νεφέλην ταῖς 1 νοηταῖς κατάρδοντα δρόσοις· γεγονὼς δὲ αὐτοῖς καὶ ἄρτος ζωῆς, ἄπρακτά τε καὶ ἀδρανῆ τὰ τῶν νοητῶν ὄφεων άποφήνας δήγματα, καὶ διαβιβάσας τὸν Ἰορδάνην, καὶ τῇ διὰ
Πνεύματος περιτομῇ καθαροὺς ἀποφαίνων, εἰσ’ κομίζων δὲ καὶ εἰς βασιλείαν οὐρανῶν. ταῦτα χαριεῖται τοῖς ἰδίοις 2 προσκυνηταῖς, διατώσει τε αὐτοὺς κατὰ τοιούσδε τινὰς τρόπους, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ, τουτέστιν οἱ τῶν Ἰουδαίων ἡγούμενοι· μήτε μὴν ἔπαρσις εἴη, ἤγουν ἐπάρσεως ἀφορμαὶ, τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ
τὴν αἰσθητὴν καὶ ἐπίγειον κατὰ τοῦ Ἰούδα. ἐφρόνουν μὲν 3 γὰρ μεγάλα καὶ κατωφρυῶντο λίαν τῶν πεπιστευκότων εἰς ριστὸν, καὶ κατ’ αὐτοῦ δὲ τοῦ Ἐμμανουὴλ, ἄνω τε καὶ κάτω τὰ διὰ Μωυσέως τοῖς ἀρχαιοτέροις δεδωρημένα προτείνοντες, καὶ τὴν τοῖς πατράσιν αὐτῶν ἐκνεμηθεῖσαν φειδὼ
προϊσχόμενοι. καὶ γοῦν ἔφασκον ποτὲ μέν “ Τί οὖν ποιεῖς 4 σὺ σημεῖον, ἴνα ἴδωμεν καὶ πιστεύσωμεν σοι; τι εργάζῃ:; οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῆ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν·” ποτὲ δὲ δὴ αὖ “ Ἡμεῖς οἴδαμεν ὅτι 5
“ Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί. ” τερατουργήσει δὴ οὖν καὶ ἐφ’ ἡμῖν ὁ τῶν ὅλων Θεὸς, εἰ καὶ μὴ ἐμφανῶς, καθάπερ ἀμέλει καὶ τότε, ἀλλ’ οὖν νοητῶς, οὕτω τε ἡμᾶς ἀνασώσει τοὺς ἐν τοῖς ἰδίοις σκηνώμασιν, ἵνα μὴ μεγαλοφρονῶσι καθ’ ἡμῶν οἱ Ἰουδαῖοι,
ἤγουν· οἱ παρ’ αὐτοῖς ἡγούμενοι. τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ καύχημα τοῦ οἰκοῦ Δαυείδ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.