κατὰ μόνας, οὐκ παρενοχλοῦντός τινος, οὐ θλίψιν ἐπάγοντος, 1 οὐκ ἐνιέντος δεῖμα, οὐ τὰς ἐκ τῶν πειρασμῶν δυσθυμίας ἐπισωρεύοντος· σώτει γὰρ Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ’ ἀρχῆς. ὑπερασπιεῖ γὰρ οὕτω τῶν ἰδίων ἐκκλησιῶν, ἤτοι 2 τῶν ἑαυτοῦ σκηνωμάτων ὁ τῶν ὅλων κύριος, δῆλον δὲ ὅτι Χριστὸς, ὡς ἴσην αὐτοῖς ἀπονεῖμαι φροντίδα τῆ πάλαι δεδωρημένῃ λελυτρωμένων ἐξ Αἰγύπτου τῶν ἐξ Ἰσραήλ. 3 ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ἐξ οἴκου δουλείας, καὶ “ ἐκ καμίνου “ σιδηρᾶς,” καθὰ γέγραπται, καὶ ἐξ ἀφορήτου πλεονεξίας
4 ὁ τῶν ὅλων Θεὸς, “ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι 5 “ὑψηλῷ,” ὅτε καὶ τοὺς διώκοντας “ κατεπόντισεν ἐν ἐρυθρᾷ “ θαλάσσῃ· πόντος ἐκάλυψεν αὐτοὺς, καὶ ἔδυσαν ὡσεὶ μόλι- “ βος ἐν ὕδατι σφοδρῷ’’ καὶ διεβιβάσθησαν μὲν οἱ λελυ- 6 τρωμένοι. στῦλος δὲ αὐτῶν ἡγεῖτο πυρὸς τὴν νύκτα, καταδεικνύων
δεικνύων τὴν ὁδὸν, ἐπεκρέματο δὲ καὶ ἐν ἡμέρᾳ νεφέλη. εἶτα ἐξ οὐρανοῦ κατεδηδόκασιν ἄρτον, διέφυγον ἐν τῇ ἐρήμῳ τὰ τῶν ὄφεων δήγματα, κρείττους ἦσαν ἐχθρῶν, διεβιβάσθησαν 7 τὸν Ἰορδάνην, περιετμήθησαν μαχαίραις πετρίναις, εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.