ῥύπους. εἴρηται γοῦν πρός τινα καὶ διὰ φωνῆς Ἡσαΐου 4 “Ὅτι ἔχεις ἄνθρακας πυρὸς, κάθησαι ἐπ’ αὐτοὺς, “ ἔσονται σοι βοήθεια·’’ καὶ μὴν καὶ αὐτὸς περὶ ἑαυτοῦ 5 φησι “ καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφὶμ, καὶ “ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα πυρὸς, ὃν τῇ λαβίδι ἔλαβεν
“ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου καὶ 6 “εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ “ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.’ ἄνθρακά που, κατά γε τὸ εἰκὸς, τὸν θεῖόν τε καὶ ἱερώτατον καὶ ἁμαρτίας ἐκτήκοντα Χριστὸν εἶναι λέγων. οὐκοῦν γεγόνασι
μὲν ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδες πυρὸς εἰς καλάμην οἱ θεσπέσιοι μαθηταὶ κα) κατέφαγον μὲν τὰ ἔθνη κυκλόθεν· πλὴν οὐ δαπανῶντες εἰς ὄλεθρον, καταφλέγοντες δὲ μᾶλλον τῆς ἐν αὐτοῖς ψευδωνύμου γνώσεως τὰ μιαρά τε καὶ βέβηλα δόγματα, καὶ τῆς ἀρχαίας ἀπάτης
τὸν ῥύπον ἐκτήκοντες, ἀποψύγεσθαι δὲ οὐκ ἐῶντες ἔτι τῶν 7 ἅπαξ πεπιστευκότων τὸν νοῦν πρὸς ἀνονήτους εἰκαιοβουλίας , ὡς ἐπί γε σφίσιν αὐτοῖς ἀνασκιρτῶντας λέγειν πρὸς τὸν 8 τῶν ὅλων Σωτῆρα Χριστόν “ Πεπυρωμένον τὸ λόγιόν σου “ σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.” ὅτι γάρ ἐστι
θερμὸς καὶ τομώτατος ὁ τοῦ Θεοῦ λόγος, σαφὲς ἃν γένοιτο, 9 πρὸς Ἱερεμίαν λέγοντος αὐτοῦ “ Οὐχ οἱ λόγοι μου ὥσπερ “ πῦρ φλέγον λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν.” 10 ἔχει γὰρ, καὶ μάλα ἐπιτηδείως, ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος εἴς γε τὸ δύνασθαι καὶ ἀπεψυγμένον εἰς ἁμαρτίαν ἀναζωπυρῆσαι 11 τὸν νοῦν, καὶ οἱονεί πὼς ἀπεσκληκότα καὶ πεπιλημένον διαπτύξαι ῥᾳδίως· καὶ γάρ ἐστι “ Σῶν τε καὶ ἐνεργὴς, 12
“ καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διϊκνόυ- “ μένος τε μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν “ τε καὶ μυελῶν, καὶ κριτικός ἐνθυμήσεων καὶ ἐννοιῶν “ καρδίας· εἴρηται ’δε που καὶ διὰ φωνῆς προφητῶν πρὸς τὸν ἀπηνῆ καὶ ἄτεγκτον Ἰουδαῖον “ Περιτμήθητε τῶ Θεῶ 13
“ ἡμῶν, καὶ περιέλεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες “ Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ.” “ Διαρρήξατε 14 “ τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.