ἐκκλησιῶν ἡγουμένους ἀποκαλεῖ· κατευμεγεθήσειν τε οὕτω τῆς τῶν ἐθνῶν καρδίας τὸν παρ’ αὐτῶν ἔφη λόγον, ἤγουν τὴν μυσταγωγίαν, ὡς δοκεῖν δαλὸν μὲν ξύλοις ἐμπεπτωκέναι, λαμπάδα γεμὴν εἰς καλάμην τὴν εὐκατάπρηστον. καταφάγονται 1 γάρ φησι πάντας τοὺς λαοὺς ἐκ δεξιῶν καὶ ἐξ
εὐωνύμων κυκλόθεν, τουτέστιν, οὗπερ ἂν ἰέναι βούλοιντο, πάντη τε καὶ πάντως ἐκεῖ δυνήσονται, καλοῦντες εἰς αἴσθη- σιν καὶ, οἷον πυρὶ τῷ θείῳ καὶ νοητῷ, καταθάλποντες τοὺς ἀπεψυγμένους. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν “ Ἴδου δέδωκα τοὺς λόγους 2
“ μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ 3 “ καταφάγεται αὐτοὺς,” ἀντὶ τοῦ καλέσει πρὸς καὶ ἀπεψυγμένους εἰς ἁμαρτίαν, θερμοὺς δὴ πάλιν άποτελέσει τῷ πνεύματι. ἀπέψυκται μὲν γὰρ ἡ τῶν πλανωμένων καρδία, καὶ νεκρὸν ἔχουσι τὸν νοῦν, προσκυνοῦντες “ τῇ 4
“κτίσει παρὰ τὸν κτίσαντα” Θεὸν, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.